Ancient Greek · ~11 min
Volume 72
Cyrillus Theol., Commentarii in Lucam (in catenis) 72.672
Not analysed yet
οἱ τῶν Ἰουδαϊκῶν κρατοῦντες ταγμάτων, νομομαθείας δόκησιν ἔχοντες, ἐνομίζοντό τινες εἶναι σοφοί· ἀλλ' οὐκ ὄντες τοιοῦτοι κατὰ τὸ ἀληθὲς, δι' αὐτῶν ἠλέγχοντο τῶν πραγμάτων. Καὶ γοῦν ὁ προφήτης Ἱερεμίας οὕτω πού φησι πρὸς αὐτούς· «Πῶς ἐρεῖτε ὡς Σοφοί ἐσμεν ἡμεῖς, καὶ λόγος Κυρίου μεθ' ἡμῶν ἐστιν; Εἰς μάτην ἐγενήθη σχοῖνος ψευδὴς γραμματεῦσιν· ᾐσχύνθησαν σοφοὶ, ἐπτοήθησαν, καὶ ἑάλωσαν· σοφία τίς ἐστιν ἐν αὐτοῖς, ὅτι τὸν λόγον Κυρίου ἀπεδοκίμασαν;» Ἐπειδὴ δὲ ἀπεδοκίμασαν αὐτοὶ τοῦ Σωτῆρος τὸν λόγον, τουτέστι τὸ εὐαγγελικὸν καὶ σωτήριον κήρυγμα, ἤγουν τὸν τοῦ Θεοῦ καὶ Πατρὸς Λόγον, τὸν δι' ἡμᾶς γενόμενον ἄνθρωπον, αὐτοὶ γεγόνασιν ἀδόκιμοι· ἔφη οὖν Ἱερεμίας περὶ αὐτῶν· «Ἀργύριον ἀποδεδοκιμασμένον καλέσατε αὐτοὺς, ὅτι ἀπεδοκίμασεν αὐτοὺς Κύριος·» Κέκρυπται καὶ ἀπὸ τούτων τὸ Χριστοῦ μυστήριον· καὶ γοῦν ἔφη που τοῖς ἑαυτοῦ μαθηταῖς ὁ Κύριος περὶ αὐτῶν· «Ὑμῖν δέδοται γνῶναι τὰ μυστήρια τῆς βασιλείας τῶν οὐρανῶν· ἐκείνοις δὲ οὐ δέδοται.» Ὑμῖν δὲ τίσι; Τοῖς πιστεύσασι δηλονότι, τοῖς ἐπεγνωκόσι τὴν ἐπιφάνειαν αὐτοῦ, τοῖς τὸν νόμον νοοῦσι πνευματικῶς, τούτοις εὐδόκησεν ὁ Πατὴρ ἀποκαλύψαι τὸν ἴδιον Υἱόν. Πάντα παρεδόθη μοι ὑπὸ τοῦ Πατρός μου. (A f. 139, B f. 104) Ἐμφανίζει γοῦν πάλιν ἡμῖν τὴν ἑαυτοῦ δόξαν, καὶ τῆς θεοπρεποῦς ὑπεροχῆς τὸ ἀξίωμα, καὶ τῆς μετὰ σαρκὸς οἰκονομίας τὸ εὐτεχνὲς, ὁ Κύριος ἡμῶν Ἰησοῦς Χριστός· ὅση τε γέγονεν ἐντεῦθεν ἡ ὄνησις, τοῖς ἐπὶ τῆς γῆς καθίστησιν ἐναργές· «Πάντα μοι, φησὶ, παρεδόθη ὑπὸ τοῦ Πατρός μου.» Ἦν μὲν γὰρ καὶ ἔστιν οὐρανοῦ τε καὶ γῆς Κύριος, καὶ σύνθρονος τῷ Πατρὶ, καὶ συγκατάρχων αὐτῷ τῶν ὅλων. Ἐπειδὴ καὶ καθεὶς ἑαυτὸν ἐν τοῖς καθ' ἡμᾶς κεχρημάτικεν ἄνθρωπος, διαλέγεται πάλιν οὐκ ἀπεικότως τῇ μετὰ σαρκὸς οἰκονομίᾳ, καὶ τὰς πρεπούσας τοῖς τῆς κενώσεως μέτροις οὐ παραιτεῖται φωνὰς, ἵνα πιστεύηται γεγονὼς καθ' ἡμᾶς, καὶ τὴν ἡμῶν φορέσας πτωχείαν. Ὁ τοίνυν οὐρανοῦ τε καὶ γῆς, καὶ συλλήβδην τῶν ὅλων Κύριος, ἑαυτῷ πάντα παραδεδόσθαι φησὶν ὑπὸ τοῦ Πατρός· κεκυρίευκε γὰρ τῆς ὑπ' οὐρανόν. Ἀλλὰ τοῦτο εἰπὼν, ἄνεισιν εὐθὺς εἰς τὴν ἑαυτοῦ δόξαν καὶ ὑπεροχήν· καὶ διαδείκνυσι κατ' οὐδένα τρόπον, τοῦ ἰδίου Πατρὸς ἑαυτὸν ἡττώμενον· τί γὰρ ἔφη πρὸς ἐκεῖνον; Καὶ οὐδεὶς γινώσκει τὴν τοῦ Πατρὸς φύσιν ἀδιδάκτως, φησὶν, εἰ μὴ ὁ Υἱός· οὐδὲ τὸν ὁμοούσιον αὐτῷ Υἱὸν εἶδέ τις, εἰ μὴ ὁ Πατήρ· ὅσοι δι' ἀποκαλύψεως ἔγνωσαν τὸν Θεὸν, οὗτοι οὐ τί ἐστιν ἔγνωσαν, ἀλλ' ὅτι ἔστιν. —(A f. 139 b, B f. 104 b) Οἱ τοίνυν τὰς πρώτας λέξεις, τὰς λεγούσας, «Πάντα μοι παρεδόθη ὑπὸ τοῦ Πατρὸς, εἰς ὕφεσιν ἐκλαμβάνοντες τοῦ Υἱοῦ, μανθανέτωσαν διὰ τῶν ἐφεξῆς τὴν κατὰ πᾶν ὁτιοῦν τοῦ Υἱοῦ πρὸς τὸν Πατέρα ἀπαραλλαξίαν. Πῶς γὰρ οὐδενὸς εἰδότος, καθά φησι, τὸν Υἱὸν, εἰ μὴ μόνου τοῦ Πατρὸς, αὐτοὶ τετολμήκατε φρονεῖν καὶ λέγειν, ὅτι ἐλάττων ἐστὶν αὐτοῦ, ὡς ἀκριβῶς εἰδότες αὐτόν; Ὃν γὰρ μόνος εἶδεν ὁ Πατὴρ, ὑπὲρ