Ancient Greek · ~10 min
Volume 72
Cyrillus Theol., Commentarii in Lucam (in catenis) 72.696
Not analysed yet
καὶ μὴ εἰς αὐτὴν τὴν θείαν καὶ ὑπερτάτην ἁμαρτάνωσι δόξαν· οὐ γὰρ ἐκείνων ἡμεῖς ἐσμεν κύριοι, μόνον δὲ τῶν εἰς ἡμᾶς γεγονότων. Καὶ μὴ εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν. (A f. 152) Μέχρι μὲν τούτου τὴν προσευχὴν ἵστησιν ὁ Λουκᾶς· ὁ δέ γε Ματθαῖος εὑρίσκεται προσεπενεγκών· «Ἀλλὰ ῥῦσαι ἡμᾶς ἀπὸ τοῦ πονηροῦ.» Ἔνεστι δὲ τοῖς λόγοις πλείστη τις ἀκολουθία· ἕψεται γὰρ πάντως τῷ μὴ εἰσελθεῖν εἰς πειρασμὸν, τὸ ἐκ τοῦ πονηροῦ ῥυσθῆναι ἡμᾶς. Ἢ τάχα που, ταὐτὸν εἶναί τις εἰπὼν τὸ ῥυσθῆναι τῷ μὴ εἰσελθεῖν εἰς πειρασμὸν, οὐκ ἂν ἁμάρτοι τἀληθοῦς. Οὐκ ἀνάνδρους δὲ ἡμᾶς οὔτε δειλοὺς εἶναι βούλεται, ταῦτα διδάσκων λέγειν, νεανικοὺς δὲ μᾶλλον, καὶ ἐφ' ἅπασιν εὐτόλμους τοῖς ἐπαινουμένοις· πρὸς δὲ αὖ τούτοις καὶ μετριόφρονας καὶ πτωχοὺς τῷ πνεύματι, καὶ μὴ νομίζειν ὅτι πάντη τε καὶ πάντως παντὸς περιεσόμεθα πειρασμοῦ. Ἀφόρητον γὰρ ἔσθ' ὅτε κατεμπίπτει δέος τῆς ἀνθρώπου ψυχῆς, καὶ εὐτολμότατον συνθραύει φρόνημα τοῦ πειρασμοῦ τὸ βάρος. Χρὴ τοίνυν μὴ καταθρασύνεσθαι πειρασμῶν, διαλογίζεσθαι δὲ μᾶλλον τῆς ἐν ἡμῖν διανοίας τὸ ἀσθενές. Οὐκοῦν παραιτώμεθα μὲν τὸ πειράζεσθαι· καιροῦ δὲ καλοῦντος ὡς ἐξ ἀνάγκης εἰς τοῦτο, τότε δὴ, τότε παντὶ σθένει χρωμένους ἀγωνίζεσθαι χρή. Διττὸν δὲ τὸ εἶδος τῶν πειρασμῶν· ἢ γάρ τις ὑπὸ τῶν ἑτεροφρόνων πειράζεται, ἢ ὑπὸ τῶν τῆς ἀτιμίας παθῶν. Δεῖ δὴ οὖν ἄρα τοῖς οὕτω δεινοῖς ἐνομιλοῦντας κακοῖς, ἤγουν οὔπω γεγονότας ἐν αὐτοῖς, προσεύχεσθαί τε καὶ λέγειν· «Μὴ εἰσαγάγῃς ἡμᾶς εἰς πειρασμόν.» Ἐπιπηδήσαντος δὲ πειρασμοῦ, τότε γενναίως ἵστασο, ἐπιτίμησον τῇ σαρκὶ, χαλινὸν ἐπίθες τῷ νῷ, αἴτησον ἐπικουρίαν τὴν παρὰ Θεοῦ. Ἐπικουρήσει γὰρ τότε καὶ παρέξει τὸ νικᾶν ὁ τῶν ὅλων Σωτὴρ καὶ Κύριος. Καὶ εἶπε πρὸς αὐτούς· Τίς ἐξ ὑμῶν ἕξει φίλον; κ. τ. λ. (A f. 153, B f. 112) Θαυμαστὴ τῶν ἐννοιῶν ἡ τάξις. Ἐδίδαξε μὲν γὰρ ὁ Σωτὴρ, τίνα δεῖ προσεύχεσθαι τρόπον, αἰτησάντων τοῦτο τῶν ἁγίων ἀποστόλων. Ἀλλ' εἰκὸς τοὺς τὸ σεπτὸν δὴ τοῦτο καὶ σωτήριον ἐσχηκότας μάθημα παρ' αὐτοῦ, ποιεῖσθαι μὲν τὰς λιτὰς κατὰ τὸν δοθέντα τύπον, μὴ ἁψικόρως δὲ τοῦτο δρᾷν μηδὲ ῥᾳθύμως· εἶτα μὴ ἀκουσθέντας ἐκ πρώτης εὐχῆς, ἤγουν καὶ δευτέρας, ἀνακόψαι τὰς ἱκετείας, ὡς οὐδὲν ἐχούσας τὸ τελοῦν εἰς ὄνησιν. Ἴνα τοίνυν μὴ τοῦτο πάθοιμεν, μήτε μὴν ἐκ τῆς τοιαύτης μικροψυχίας ὑποστῶμεν ζημίαν, ἐν τρόπῳ παραβολῆς διαδείκνυσιν ἐναργῶς, ὡς τὸ ῥᾴθυμον μὲν εἰς προσευχὰς ἐπιζήμιον, ἐπωφελεστάτη δὲ λίαν ἡ ἔν γε τούτοις ὑπομονή. Φέρε δὴ, μεταστήσωμεν τὸ ὡς ἐν τύπῳ παραβολῆς δεικνύμενον εἰς ἀλήθειαν. Ὄχλησον διὰ προσευχῆς, πρόσιθι τῷ φιλαγάθῳ Θεῷ, καὶ μάλα συχνῶς· κἂν ἴδῃς μέλλουσαν τῆς χάριτος τὴν