Ancient Greek · ~9 min
Volume 72
Cyrillus Theol., Commentarii in Lucam (in catenis) 72.708
Not analysed yet
στρέψας ἐπὶ τὸ ἴδιον ἐξέρασμα, καὶ ὗς λουσαμένη εἰς κύλισμα βορβόρου.» Ἐξ αὐτῶν δὲ τῶν τετολμημένων καταθρήσαιτό τις ἂν, ὅτι τῶν ἰδίων ἐμέτων ἥπτοντο πάλιν, καὶ τοῖς ἄνωθεν ἐγκαλινδεῖσθαι βορβόροις ἐξ ὑποστροφῆς ἐμελέτων, καὶ πεπτώκασιν εἰς τὴν ἐν Αἰγύπτῳ πλάνησιν. Εἰσέφρησε γὰρ πάλιν τὸ ἀκάθαρτον πνεῦμα, καὶ γέγονεν αὐτοῖς, κατὰ τὴν τοῦ Σωτῆρος φωνὴν, χείρονα τῶν πρώτων τὰ ἔσχατα. Σημεῖον ἐπιζητεῖ, καὶ σημεῖον οὐ δοθήσεται αὐτῇ. (B f. 116 b) Ἐκ πονηρίας ἡ αἴτησις· διὸ οὐδὲ ἐπιτυγχάνουσι, κατὰ τό· «Ζητήσουσί με κακοὶ, καὶ οὐχ εὑρήσουσιν.» Εἴπερ δὲ ἦν ἐφικτὸν μὴ ἂν ἐθελῆσαι τὸν Ἰησοῦν παθεῖν κατὰ σάρκα τὸν ἐπὶ σταυροῦ θάνατον, οὐδ' ἂν τοῦτο τοῖς Ἰουδαίοις τὸ σημεῖον ἐδόθη. Ἐπεὶ δὲ ἀπαραίτητον ἦν τὸ ἐπὶ σωτηρίᾳ τὸ ὑπ' οὐρανὸν πάθος, δέδοται αὐτοῖς εἰς κατάκριμα. Ὅτι δὲ πάμμεγα σημεῖόν ἐστι τῆς θεοπρεποῦς δυνάμεώς τε καὶ ἐξουσίας τοῦ ἐνανθρωπήσαντος Λόγου τὸ καταργῆσαι τὸν θάνατον διὰ τῆς ἐκ νεκρῶν αὐτοῦ ἀναστάσεως, ἀρκέσει, οἶμαι, τοῖς ἐπιεικέσιν εἰς πληροφορίαν τὸ πολλοῖς ἀναπεισθῆναι χρήμασιν τοὺς Πιλάτου στρατιώτας, οἳ τὸν Δεσποτικὸν τάφον ἐτήρουν, ἵν' εἴπωσιν, ὅτι Ἡμῶν κοιμωμένων ἐκλάπη νυκτός. Οὐδὲ τούτῳ οὖν τῷ σημείῳ πεπιστεύκασιν Ἰουδαῖοι. Διὸ καὶ μάλα εἰκότως ἔφη περὶ αὐτῶν, ὅτι «Βασίλισσα νότου ἐγερθήσεται,» κ. τ. λ. Βασίλισσα νότου ἐγερθήσεται ἐν τῇ κρίσει, κ. τ. λ. (A f. 159) Ἐσπούδασε περὶ τὴν Σολομῶντος ἀκρόασιν βάρβαρος γυνὴ, καὶ τοσαύτην ὁδὸν διὰ τοῦτο ἐστείλατο, σοφίαν τὴν περὶ τῶν ὁρατῶν καὶ ζώων καὶ βοτανῶν φύσεως ἀκουσομένη. Ὑμεῖς δὲ παρόντες καὶ ἀκούοντες, περὶ ἀοράτων καὶ οὐρανίων πραγμάτων, αὐτῆς τῆς σοφίας ἡκούσης πρὸς ὑμᾶς, καὶ τὸν λόγον ἔργοις καὶ τεραστίοις βεβαιούσης, ἀλλοτριοῦσθε πρὸς τὸν λόγον, καὶ τὸ θαῦμα τῶν λογίων ἀναισθήτως παραπέμπεσθε; Πῶς οὖν οὐ πλεῖον Σολομῶντος ὧδε, τουτέστι παρ' ἐμοί; Καὶ ὅρα μοι πάλιν τοῦ λόγου τὸ εὐτεχνές· διὰ τί γὰρ τὸ ὧδέ φησι, καὶ οὐχὶ δὴ μᾶλλον παρ' ἐμοί; Ἵν' ἡμᾶς ἀναπείσῃ ταπεινοφρονεῖν, κἂν χαρισμάτων ὦμεν ἀνάμεστοι πνευματικῶν. Ἄλλως τε δὲ τὸ ἀπεικὸς ἦν οὐδὲν, Ἰουδαίους ἀκούσαντας ὅτι «Πλεῖον Σολομῶντός ἐστι παρ' ἐμοὶ,» τὰ συνήθη πάλιν περὶ αὐτοῦ πειραθῆναι λαλεῖν· Ἰδοὺ καὶ τῶν παρ' ἡμῖν ἐπισήμως βεβασιλευκότων ἑαυτὸν εἶναί φησι ἐν ἀμείνοσι. Μετριάζει τοίνυν οἰκονομικῶς ὁ Σωτὴρ, τὸ ὧδε λέγων, ἀντὶ τοῦ παρ' ἐμοί. —(A f. 159) Καὶ Νινευΐτας δὲ εἰς κατάκρισιν αὐτῶν ἔσεσθαί φησιν ἐν τῷ τῆς κρίσεως καιρῷ. Ἄν-