Ancient Greek
Volume 72
Cyrillus Theol., Commentarii in Lucam (in catenis) 72.724
Not analysed yet
τὸν, διέσυρον τὰς θεοσημείας, καὶ τοὺς ὑπὸ χεῖρα λαοὺς σκανδαλίζοντες, ἔφασκον· «Οὗτος οὐκ ἐκβάλλει τὰ δαιμόνια, εἰ μὴ ἐν Βεελζεβοὺλ ἄρχοντι τῶν δαιμονίων.» Ὁρᾷς ἐν τούτοις τὴν κλεῖδα τῆς γνώσεως αἴροντας; Ἐδίδασκεν ἐν ταῖς συναγωγαῖς, φανερὸν καθίστη τοῖς ἀκροωμένοις τὸ θέλημα τοῦ Πατρὸς τὸ ἀγαθὸν καὶ τέλειον καὶ εὐάρεστον· οἱ δὲ καὶ ταύτας αὐτοῦ τὰς μυσταγωγίας οὐκ ἀμωμήτους ἀφέντες εὑρίσκονται· προσεφώνουν γὰρ τοῖς ὄχλοις· «Δαιμόνιον ἔχει καὶ μαίνεται· τί ἀκούετε αὐτοῦ;» Ἦραν οὖν, κατὰ τὸ ἀληθὲς, τὴν κλεῖδα τῆς γνώσεως· αὐτοὶ οὐκ εἰσῆλθον, κεκωλύκασι καὶ ἑτέρους. Ἤρξαντο οἱ Γραμματεῖς καὶ οἱ Φαρισαῖοι δεινῶς ἐνέχειν καὶ ἀποστοματίζειν αὐτὸν περὶ πλειόνων. (A f. 165 b). Ἀσχάλλοντες πρὸς τοὺς ἐλέγχους, ἤρξαντο, φησὶ, δεινῶς ἐνέχειν αὐτῷ. Τὸ δὲ ἐνέχειν, ἀντὶ τοῦ ἐγκεῖσθαι καὶ ἐγκοτεῖν ἤτοι δυσμ[ε]αίνειν ἐστίν. Ἐπεχείρουν δὲ αὐτὸν, φησὶ, καὶ ἀποστοματίζειν περὶ πολλῶν. Καὶ τί πάλιν τὸ ἀποστοματίζειν ἐστίν; Ἀπῄτουν ἐκ τοῦ παραχρῆμα καὶ οἱονεὶ ἀσκεπτὶ πρὸς τὰς πανούργους αὐτῶν ἀποκρίνεσθαι πεύσεις, οἰηθέντες ὅτι διαπεσεῖται πάντως, καὶ λαλήσει τι τῶν ὅσα ἐστὶν οὐκ ἔξω διαβολῆς· ἀλλ' οὐκ ᾔδεσαν ὄντα Θεὸν, μᾶλλον δὲ καταφρονηταὶ γεγόνασιν, ἀλαζόνες καὶ ὑβρισταί· ταύτῃτοι Χριστὸς τοῖς ἑαυτοῦ γνωρίμοις, ἤγουν μαθηταῖς, φυλάττεσθαι ἀπ' αὐτῶν παρηγγύα· ἄκουε γοῦν· ΚΕΦΑΛ. ΙΒʹ. Πρῶτον προσέχετε ἑαυτοῖς ἀπὸ τῆς ζύμης τῶν Φαρισαίων. (A f. 165 b) Ἀφ' ἧς καὶ προσέχειν τοὺς μαθητὰς ὁ Κύριος βούλεται· ζύμην ἐν τούτοις, τὴν ὑπόκρισιν λέγων· θεοστυγὲς γὰρ τὸ χρῆμα· καὶ λανθάνει μὲν ἔσθ' ὅτε βραχὺ, πλὴν διαπίπτει, καὶ οὐκ εἰς μακράν. Ὡς γὰρ οὐκ ἔνεστι λαθεῖν τὸν τῆς Θεότητος ὀφθαλμὸν τὰ παρ' ἡμῶν δρώμενα, διέδειξεν εἰπών· «Οὐδὲν δὲ συγκεκαλυμμένον ἐστὶν, ὃ οὐκ ἀποκαλυφθήσεται.» —(A f. 165 b, C f. 133 b) Ἅπας γὰρ ἡμῶν λόγος καὶ πᾶν ἔργον ἐν ἡμέρᾳ κρίσεως ἔσται φανερόν· περιττὴ τοιγαροῦν ἡ ὑπόκρισις· δεῖ δὲ ἡμᾶς ἀληθινοὺς ὁρᾶσθαι προσκυνητάς. —(A f. 165 b) Ἴσως δὲ καὶ κατὰ τὴν προτέραν ἐπιβολὴν διδάσκει, ὅτι τὰ κρυφῆ παρ' ἡμῶν καὶ λεγόμενα καὶ πραττόμενα, δῆλα ἔσται τῷ πάντα ὁρῶντι ὀφθαλμῷ, καὶ τοῖς ἄλλοις ἐκκαλυφθήσεται. Λέγω δὲ ὑμῖν τοῖς φίλοις μου· μὴ φοβηθῆτε ἀπὸ τῶν ἀποκτεινόντων τὸ σῶμα. (A f. 165 b, B f. 120 b, C f. 134) Εἰς πνευματικὴν εὐανδρίαν ἀλείφει τοὺς ἀγαπῶντας αὐτόν.