Ancient Greek
Volume 72
Cyrillus Theol., Commentarii in Lucam (in catenis) 72.725
Not analysed yet
»Λέγω γὰρ ὑμῖν, φησὶ, τοῖς φίλοις μου.» Οὐχ ἅπασιν οὖν ἁπλῶς πρέποι ἂν, ὡς ἔοικεν, ὁ περὶ τούτων λόγος· ἐκείνοις δὲ μᾶλλον, οἷς ἂν ἐνυπάρχον ὁρῷτο τὸ ἐξ ὅλης καρδίας ἀγαπᾷν αὐτόν· οἷς καὶ ἁρμόζει λέγειν· «Τίς ἡμᾶς χωρίσει ἀπὸ τῆς ἀγάπης τοῦ Χριστοῦ; θλίψις, ἢ στενοχωρία, ἢ διωγμὸς, ἢ γυμνότης, ἢ μάχαιρα;» Οἱ γὰρ μὴ τοιοῦτοι, εὐπαρακόμιστοι λίαν εἰσὶν, καὶ πρὸς ἀποστασίαν ἑτοιμότεροι· οἱ δὲ τὰ αὐτὰ φρονοῦντες αὐτῷ, καὶ τοῖς ἴχνεσιν αὐτοῦ κατακολουθεῖν σπουδάζοντες, φαῖεν ἂν μετὰ τοῦ θεσπεσίου Πέτρου· «Χριστοῦ παθόντος ὑπὲρ ἡμῶν σαρκὶ, καὶ ὑμεῖς ὑπὲρ αὐτοῦ τὴν αὐτὴν ἔννοιαν ὁπλίσασθε.» Ἐθελοντὴς γὰρ ὑπὲρ ἡμῶν ὑπέμεινε θάνατον, ὡς ἀπαράβλητον ἔχων τὴν εἰς ἡμᾶς ἀγάπην. Ἀκηκόαμεν γοῦν λέγοντος αὐτοῦ ἐναργῶς· «Μείζονα ταύτης τῆς ἀγάπης οὐδεὶς ἔχει, ἵνα τις θῇ τὴν ψυχὴν αὑτοῦ ὑπὲρ τῶν φίλων αὑτοῦ.» Εἶτα πῶς οὐκ ἂν εἵη τῶν ἀτοπωτάτων, μὴ ὥσπερ τι τῶν ἀναγκαιοτάτων ὀφλημάτων ἐκτῖσαι Χριστῷ ὅπερ ἐλάβομεν παρ' αὐτοῦ; Χρὴ δὲ καὶ ἑτέρως ζωῆς ἡμᾶς ὄντας ὑπασπιστὰς, μὴ δεδιέναι τὸν θάνατον, ἀπομιμεῖσθαι δὲ μᾶλλον τῶν ἁγίων Πατέρων τὴν πίστιν. Προσκεκόμικεν ὁ πατριάρχης Ἀβραὰμ τὸν μονογενῆ πειραζόμενος, φημὶ δὲ τὸν Ἰσαὰκ, λογισάμενος ὅτι καὶ ἐκ νεκρῶν ἐγείρειν δύναται ὁ Θεός. Ποῖον οὖν ἔσται καθ' ἡμῶν τοῦ θανάτου τὸ δεῖμα, καταργούσης αὐτὸν τῆς ζωῆς; Προσενθυμεῖσθαι δὲ τούτοις κἀκεῖνο προσήκει· εὑρίσκονται γὰρ διὰ πόνων οἱ στέφανοι· καὶ ἄνθρωποι μὲν μέχρι σώματος ἐκτείνουσι τὰς ὀργὰς, καὶ πέρας αὐτοῖς τῆς καθ' ἡμῶν ἐπιβουλῆς, ὁ τῆς σαρκὸς θάνατος· Θεοῦ δὲ κολάζοντος, οὐ μέχρι μόνης σαρκὸς ἡ ζημία στήσεται, ἀλλὰ καὶ αὐτὴ συνυποφέρεται ταῖς αἰκίαις ἡ ἀθάνατος [al. codd. ἀθλία] ψυχή. Οὐκοῦν εἰσίτω μᾶλλον ὁ μετ' εὐκλείας θάνατος, εἰς ἀρχὰς ἡμᾶς ἀναφέρων ἀτελευτήτου ζωῆς, ἡτοιμασμένων πάντως που καὶ τῶν ἐκ θείας φιλοτιμίας ἀγαθῶν. —(A f. 165 b, A f. 166) Ἵνα δέ τι καὶ ἕτερον ἐπικούρημα ταῖς ἡμετέραις χαρίσηται διανοίαις, προστέθεικεν ἀναγκαίως· «Οὐχὶ πέντε στρουθία πωλεῖται ἀσσαρίων δύο; καὶ ἓν [δ'] ἐξ αὐτῶν οὐκ ἔστιν ἐπιλελησμένον ἐνώπιον τοῦ Θεοῦ.» —(A f. 166, B f. 121, C f. 134) Προσεπήγαγε δὲ ὅτι καὶ «Αἱ τρίχες τῆς κεφαλῆς ὑμῶν πᾶσαι ἠρίθμηνται.» Ὁρᾷς ὅσην ποιεῖται πρόνοιαν τῶν ἀγαπώντων αὐτόν; Εἰ γὰρ μέχρι τῶν οὕτως εὐτελεστάτων ἐκτείνεται, καὶ οἷον κάτεισιν ἐπὶ τὰ πάντων σμικρότατα τῶν ζώων, πῶς ἂν ἐπιλάθοιτο τῶν ἀγαπώντων αὐτὸν, ἢ ἀγνοήσειέ τι τῶν συμβαινόντων αὐτοῖς, ὅς γε τοσαύτην αὐτῶν ποιεῖται πρόνοιαν, ὡς ἕκαστα τῶν κατ' αὐτοὺς εἰδέναι λεπτῶς, καὶ οἷον ἠριθμημένας ἔχειν