Ancient Greek
Volume 72
Cyrillus Theol., Commentarii in Lucam (in catenis) 72.764
Not analysed yet
ἐξάρχοντος γῆς, εἶτα μέλλοντος συμπλέκεσθαι πρὸς μάχην αὐτοῖς, ἔστη ἄγγελος Θεοῦ ἀνὰ μέσον τῆς παρεμβολῆς τῶν υἱῶν Ἰσραὴλ, καὶ ἀνὰ μέσον τῶν Αἰγυπτίων, καὶ οὐ συνέμιξαν ἀλλήλοις ὅλην τὴν νύκτα. Ἔστι τοίνυν τὸ ἀπεικὸς οὐδὲν, κἀνθάδε νοεῖν τὸν προεστηκότα τῆς Συναγωγῆς ἄγγελον, ἀνατεῖναι ὑπὲρ αὐτῆς τὰς ἱκετηρίας. Εἰ δὲ δή τις λέγοι τὸν Υἱὸν εἶναι τὸν γηπόνον, ἔχοι ἂν καὶ τοῦτο τοῖς καθήκουσι λογισμοῖς οὐκ ἀπεοικότα λόγον. Παράκλητος γὰρ ἡμῶν ἐστι πρὸς τὸν Πατέρα, ἱλαστήριόν τε καὶ γεωργὸς τῶν ἡμετέρων ψυχῶν. Καὶ γοῦν αὐτὸς ἔφη περὶ ἑαυτοῦ· «Ἐξῆλθεν ὁ σπείρων τοῦ σπεῖραι τὸν σπόρον αὐτοῦ.» Ἀδικήσει δὲ τοῦτο εἰς δόξαν οὐδὲν τὸν Υἱὸν, τὸ περικεῖσθαι, φημὶ, τοῦ γηπόνου τὸ πρόσωπον. Εὑρίσκεται γὰρ καὶ αὐτὸς ὁ Πατὴρ τοῦτο λαβὼν, μῶμον οὐδένα ταύτης ἕνεκα τῆς αἰτίας ὑπομείνας πώποτε. Ἔφη γὰρ ὁ Υἱὸς τοῖς ἁγίοις ἀποστόλοις· «Ἐγώ εἰμι ἡ ἄμπελος· ὑμεῖς τὰ κλήματα· ὁ Πατήρ μου ὁ γεωργός ἐστι.» Πρὸς ἕκαστα γὰρ τῶν προκειμένων θεωρημάτων ἔσθ' ὅτε καὶ ἡ τοῦ λόγου γίνεται διεκβολή. (A f. 189 b) Ὅτι δὲ ἔμελλε τὴν ἐκβολὴν ὑπομένειν ὁ Ἰσραὴλ διὰ πολλὴν ἀκαρπίαν, ὑπεσήμαινέ πως καὶ ὁ μακάριος Βαπτιστὴς, λέγων· «Ἤδη δὲ ἡ ἀξίνη πρὸς τὴν ῥίζαν τῶν δένδρων κεῖται,» καὶ τὰ ἑξῆς. Ἔοικε τοίνυν συκῇ παραβάλλειν τὴν τῶν Ἰουδαίων Συναγωγὴν, ὅτι καὶ ἑτέροις αὐτὴν παραβάλλει φυτοῖς τὸ Γράμμα τὸ ἱερὸν, ἀμπέλῳ, φημὶ, καὶ ἐλαίᾳ, καὶ δρυμοῖς. Καὶ γοῦν ὁ προφήτης Ἱερεμίας ποτὲ μὲν περὶ αὐτῆς φησιν, ἤτοι τῶν ἐν αὐτῇ· «Ἄμπελος εὐκληματοῦσα Ἰσραήλ.» Ποτὲ δὲ πάλιν ὡς πρὸς αὐτήν· «Ἐλαίαν ὡραίαν, εὔσκιον τῷ εἴδει, ἐκάλεσε Κύριος τὸ ὄνομά σου· εἰς καιρὸν περιτομῆς αὐτῆς ἀνήφθη πῦρ ἐπ' αὐτήν· μεγάλη ἡ θλῖψις ἐπ' αὐτὴν, ἠχρειώθησαν οἱ κλάδοι αὐτῆς.» Ἕτερος δὲ τῶν προφητῶν, Λιβάνῳ τῷ ὄρει παρεικάζων αὐτὴν, οὕτω φησί· «Διάνοιξον, ὁ Λίβανος, τὰς θύρας σου, καὶ καταφαγέτω πῦρ τὰς κέδρους σου.» Δεδαπάνηται γὰρ ὡς ὑπὸ πυρὸς, ὁ ἐν τοῖς Ἱεροσολύμοις δρυμὸς, τουτέστιν ὁ ἐν αὐτῇ δῆμος. Οὐκοῦν εἰς εἰκόνα δέχεται τῆς Ἰουδαίων Συναγωγῆς, ὡς ἔφην, ἤγουν τῶν ἐξ Ἰσραὴλ, τὴν ἐν τῇ παραβολῇ λεγομένην συκῆν. Ἦλθε δὲ, φησὶ, ζητῶν καρπὸν, καὶ οὐχ εὗρε. Τοῦτο τρίτον ἦλθε· τὸ πρῶτον, διὰ Μωϋσέως καὶ Ἀαρών· δεύτερον, καθ' ὃν ἦν Ἰησοῦς ὁ τοῦ Ναυῆ, καὶ μετ' αὐτὸν οἱ κριταί· τρίτον δὲ μετὰ τούτους, καθ' ὃν γεγόνασιν οἱ μακάριοι προφῆται μέχρις Ἰωάννου τοῦ Βαπτιστοῦ. Ἐν τούτοις γέγονε τοῖς καιροῖς ἄκαρπος ὁ Ἰσραήλ. Ὅσον γὰρ ἧκεν εἰς τὸ ἀγαθὸν θέλημα τοῦ Θεοῦ καὶ Πατρὸς, δῆλον δὲ ὅτι καὶ τοῦ Υἱοῦ, ἀπαράδεκτος ἦν ὡς ἐν σκιαῖς καὶ τύποις λατρεία, ἄκαρπος παντελῶς τό γε ἧκον εἰς πνευματικὴν εὐοσμίαν. Γέγονεν οὖν καὶ ἀπόβλητος. Καὶ τοῦτο διδάξει λέγων αὐτὸς ὁ Σωτὴρ πρὸς τὸν ἐν τοῖς οὐρανοῖς Πατέρα καὶ Θεόν· «Θυσίαν καὶ προσφορὰν οὐκ ἠθέλησας, ὁλοκαυτώματα