Ancient Greek
Volume 72
Cyrillus Theol., Commentarii in Lucam (in catenis) 72.765
Not analysed yet
καὶ περὶ ἁμαρτίας οὐκ εὐδόκησας.» Καὶ διὰ Ἡσαΐου· «Τίς γὰρ ἐξεζήτησε ταῦτα ἐκ τῶν χειρῶν ὑμῶν· Πατεῖν τὴν αὐλήν μου οὐ προσθήσεσθε· ἐὰν φέρητε σεμίδαλιν, μάταιον θυμίαμα, βδέλυγμά μοί ἐστιν.» Ὃ δὴ μισεῖ καὶ βδελύττεται Θεὸς, πῶς ἂν νοηθείη καρπὸς εἶναι ψυχῆς νοητὸς, καὶ πνευματικὸς, καὶ εὐπαράδεκτος αὐτῷ; Ἰδοὺ γυνὴ ἦν, πνεῦμα ἔχουσα ἀσθενείας ἔτη δέκα καὶ ὀκτώ. (A f. 190, B f. 133) Ἦν δὲ ἐν τῇ Συναγωγῇ γυνὴ ὀκτωκαίδεκα ἔτη ἐξ ἀσθενείας συγκύπτουσα. Ὀνίνησιν οὐ μετρίως τοὺς εὖ φρονοῦντας καὶ τοῦτο· δεῖ γὰρ ἡμᾶς πανταχόθεν τὸ χρήσιμον ἐρανίζεσθαι. Ἔξεστι δὴ οὖν ἐντεῦθεν ἰδεῖν, ὅτι δέχεται πολλάκις τὴν κατά τινων ἐξουσίαν ὁ Σατανᾶς, πλημμελούντων δηλονότι, καὶ τῶν εἰς εὐσέβειαν σπουδασμάτων ἀνθῃρημένων τὸ ῥᾴθυμον· οὓς δ' ἂν λάβοι, τοιούτους ἐνίησιν ἀῤῥωστήμασιν ἔσθ' ὅτε σωματικοῖς, κολαστὴς ὑπάρχων καὶ ἀπηνής. Δίδωσι δὲ χώραν αὐτῷ πρὸς τοῦτο οἰκονομικώτατα λίαν ὁ παντεπόπτης Θεὸς, ἵνα τῷ τῆς δυσπραγίας βάρει κατηχθισμένοι, μεταφοιτᾷν ἕλοιντο πρὸς τὰ βελτίω. Καὶ γοῦν ὁ σοφώτατος Παῦλος, ἐν Κορίνθῳ τινὰ διαβεβλημένον ἐπὶ πορνείᾳ, παραδέδωκε τῷ Σατανᾷ εἰς ὄλεθρον τῆς σαρκὸς, ἵνα τὸ πνεῦμα σωθῇ. Οὐκοῦν ἡ συγκεκυφυῖα γυνὴ τοῦτο λέγεται παθεῖν ἐξ ἀγριότητος διαβολικῆς· ἤτοι, καθάπερ ἔφην, παρεωραμένη παρὰ Θεοῦ δι' οἰκεῖα πταίσματα, ἤγουν τῷ καθ' ὅλου λόγῳ καὶ γενικῷ· παραίτιος γὰρ τοῖς ἀνθρωπίνοις σώμασι τοῦ νοσεῖν ὁ ἀλιτήριος γέγονε Σατανᾶς, ὅτι καὶ δι' αὐτοῦ τὴν παράβασιν τὴν ἐν Ἀδὰμ ἠρτύσθαι φαμὲν, δι' ἧς εἰς ἀσθένειαν καὶ φθορὰν, τὰ τῶν ἀνθρώπων κατεκομίσθη σώματα. Πλὴν ὄντων τῶν ἀνθρώπων ἐν τούτοις, οὐ παρεῖδεν ἡμᾶς ἀγαθὸς ὢν φύσει Θεὸς, μακρᾷ δὴ καὶ ἀφύκτῳ κεκολασμένους νόσῳ τοὺς κάμνοντας, καὶ ἀπήλλαττε τῶν δεσμῶν, λυτικὴν τῶν ἀνθρωπίνων παθῶν ἀποφαίνων εὖ μάλα τὴν ἐν τῷδε τῷ κόσμῳ παρουσίαν τε καὶ ἀνάδειξιν αὐτοῦ· ἀφίκετο γὰρ ἐκμορφώσων τὰ καθ' ἡμᾶς πρὸς τὸ ἐν ἀρχαῖς. «Ὁ γὰρ Θεὸς θάνατον οὐκ ἐποίησε, κατὰ τὸ γεγραμμένον, οὐδὲ τέρπεται ἐπ' ἀπωλείᾳ ζώντων· ἔκτισε γὰρ εἰς τὸ εἶναι τὰ πάντα· καὶ σωτήριοι αἱ γενέσεις τοῦ κόσμου, καὶ οὐκ ἔστιν ἐν αὐτοῖς φάρμακον ὀλέθρου· φθόνῳ δὲ διαβόλου, θάνατος εἰσῆλθεν εἰς τὸν κόσμον.» —(A f. 190 b) Ἐπ' ἀνατροπῇ θανάτου καὶ φθορᾶς καὶ φθόνου τοῦ καθ' ἡμῶν γεγονότος παρὰ τοῦ πονηροῦ καὶ ἀρχεκάκου δράκοντος, ἡ τοῦ Λόγου γέγονε σάρκωσις, ἤγουν ἐνανθρώπησις· καὶ τοῦτο σαφῶς ἡμῖν, δι' αὐτῶν ἐκφαίνεται τῶν πραγμάτων. Ἠλευθέρου τοίνυν τὴν Ἀβραὰμ θυγατέρα τῆς οὕτω μακρᾶς ἀῤῥωστίας, ἐπιφωνῶν τε καὶ λέγων· «Γύναι, ἀπολέλυσαι τῆς ἀσθενείας σου.» Θεοπρεπεστάτη λίαν ἡ φωνὴ, ἐξουσίας γέμουσα τῆς ἀνωτάτω. νεύματι γὰρ βασιλικῷ τὴν νόσον ἐλαύνει. Προσεπιτίθησι