Ancient Greek · ~10 min
Volume 72
Cyrillus Theol., Commentarii in Lucam (in catenis) 72.808
Not analysed yet
προσδέχεσθαί τινας τῶν ἐν βεβηλώσει ζωῆς, καὶ διδάσκειν αὐτοὺς, ἀναγκαιοτάτην αὐτοῖς ἐποιήσατο Χριστὸς τῆς προκειμένης παραβολῆς τὴν παράθεσιν, δι' ἧς ἔξεστιν ἰδεῖν ἐκεῖνο καλῶς· βούλεται γὰρ οἷα τῶν ὅλων Θεὸς, καὶ τὸν εὐπάρεδρόν τε καὶ γνήσιον ἀληθῶς, καὶ βιοῦν εἰδότα σεπτῶς, καὶ τῆς εἰς ἄκρον ἐπιεικείας λαχόντα τὴν δόξαν, ἀκολουθεῖν ἐπείγεσθαι τοῖς θελήμασιν αὐτοῦ· καὶ τοῖς καλουμένοις εἰς μετάγνωσιν, κἂν εἴ τινες εἶεν τῶν σφόδρα κατεγνωσμένων, ἐφήδεσθαι μᾶλλον, ἢ γοῦν ἀφιλάλληλον ἐπ' αὐτοῖς εἰσδέχεσθαι λύπην. Πάσχομεν γὰρ ἔσθ' ὅτε τι τοιοῦτον καὶ ἡμεῖς αὐτοί· ζῶσι μὲν γάρ τινες τὴν παγκάλην τε καὶ παναρίστην ζωήν· ἕτερος δέ τις ἀσθενεῖ καὶ ἥττηται, πρὸς πᾶν εἶδος φαυλότητος κατενηνεγμένος· οὗτος πρὸς αὐτῷ τῷ γήρᾳ πολλάκις ἐπιστρέφει πρὸς Θεὸν, καὶ τὴν ἐπὶ τοῖς προημαρτημένοις συγγνώμην αἰτεῖ, τῶν ἀμεινόνων γενόμενος ἐραστής· ἢ τάχα που καὶ μέλλων τὸν ἀνθρώπινον καταλύειν βίον, ἀξιοῦται τοῦ θείου βαπτίσματος, καὶ ἀποσκευάζεται τὰ ἐγκλήματα τοῦ Θεοῦ κατοικτείροντος. Εἶτα χαλεπαίνουσιν ἔσθ' ὅτε τινὲς ἐπ' αὐτῷ δὴ τούτῳ, καί φασιν· Οὗτος ὁ τόδε τι πράξας, κἀκεῖνο εἰπὼν, οὐκ ἐκτέτικε τῷ κριτῇ τῶν βεβιωμένων τὰς δίκας, καὶ ἠξιώθη τῆς οὕτω λαμπρᾶς καὶ ἀξιαγάστου χάριτος, ἐν υἱοῖς ἐγράφη Θεοῦ, καὶ τῇ τῶν ἁγίων τετίμηται δόξῃ· ταῦτα γὰρ ἔσθ' ὅτε παραπτύουσί τινες ἐξ ἀκαίρου μικροψυχίας, οὐχ ἑπόμενοι τῷ σκοπῷ τοῦ πάντων Πατρός· χαίρει γὰρ λίαν, σωζομένους ὁρῶν τοὺς ἀπολωλότας, καὶ ἀνακομίζει πρὸς τὸ ἐν ἀρχαῖς σχῆμα, διδοὺς αὐτοῖς τὸ ἐλεύθερον, καὶ στολῇ τῇ πρώτῃ κατακαλλύνων αὐτοὺς, καὶ δακτύλιον διδοὺς εἰς τὴν χεῖρα· τοῦτο δέ ἐστιν ἐλευθέροις πρέπουσα θεοφιλὴς εὐκοσμία. —(I f. 134) Ἄθρει γὰρ ὅπως διὰ τρόπου παντὸς ἐξαίρετον αὐτῇ τὸ κάλλος ἐνσημαίνεται, καὶ τῆς ἀμωμήτου ζωῆς ἐνεργάζεται τὴν φαιδρότητα. Κατακαλλύνει γὰρ κόσμῳ παντὶ, νοητῷ δηλονότι καὶ πνευματικῷ, τὰς τῶν σεβομένων αὐτὸν ψυχὰς, ἵνα καὶ πρὸς ἑκάστην λέγηται τὸ διὰ τῆς τοῦ Ψάλλοντος λύρας· «Ἄκουσον, θύγατερ, καὶ ἴδε,» καὶ τὰ λοιπά. Ἔσθημα δὲ οὖν τὸ εἰς τιμὴν καὶ δόξαν ἀληθῆ τῷ ἱερῷ καὶ ἁγίῳ γένει Χριστὸς, κόσμημά τε λαμπρὸν καὶ ὑπερκόσμιον ταῖς τῶν ἁγίων ψυχαῖς. «Ὅσοι γὰρ εἰς Χριστὸν ἐβαπτίσθητε, Χριστὸν ἐνεδύσασθε,» φησί· καὶ ἀληθὴς ὁ λόγος. Ἐπεθύμει γεμίσαι τὴν κοιλίαν αὑτοῦ ἀπὸ τῶν κερατίων. (A f. 210 b, E f. 230) Τοιοῦτόν τι παθόντα καταθρήσαιμεν ἂν καὶ τὸν ὡς ἐν τύπῳ παραβολῆς γραφόμενον ἄσωτον, ὃς τὴν πατρῴαν οὐσίαν ἐν ἀλλοδαπῇ κατεδήδοκεν· ἐνδείᾳ τε τῶν ἄνωθεν ἀγαθῶν ἐφθείρετο, καὶ λιμὸς οἷά τις τῶν οὐρανίων αὐτὸν κατεβόσκετο μαθημάτων, ἐπεθύμει τε χορτασθῆναι ἀπὸ τῶν κερατίων ὧν ἤσθιον οἱ χοῖροι· ἀλλὰ διαῤῥέουσα