Ancient Greek · ~9 min
Volume 72
Cyrillus Theol., Commentarii in Lucam (in catenis) 72.809
Not analysed yet
ἡ διάκενος ἡδονὴ κενὸν αὐτὸν κατελίμπανε, καὶ ἦν ἐν ἐνδείᾳ παντάπασιν. Ἀναστὰς πορεύσομαι πρὸς τὸν πατέρα μου. (E f. 238) Καὶ ὁ Κύριος γὰρ κελεύων παῤῥησιάζεσθαι, καὶ λέγειν ἐν ταῖς προσευχαῖς, Πάτερ, ἐκεῖνο τοῖς προσευχομένοις νοεῖν δίδωσιν, ὅτι εἰ Πατέρα καλοῦμεν Θεὸν, καὶ τῆς οὕτω λαμπρᾶς ἠξιώθημεν τιμῆς, δεῖ καὶ ἀξίως τοῦ τετιμηκότος πολιτεύεσθαι. Τοῦτο γὰρ καὶ Πέτρος ὁ μέγας φησίν· «Εἰ Πατέρα ἐπικαλεῖσθε, λέγων, τὸν ἀπροσωπολήπτως κρίνοντα κατὰ τὸ ἑκάστου ἔργον, ἐν φόβῳ τὸν τῆς παροικίας ὑμῶν χρόνον ἀναστράφητε.» —(A f. 212 b, E f. 242) Ἴσως ἐρεῖς κατὰ σαυτόν· Κεκηλίδωμαι διὰ πολλῆς ἁμαρτίας· εἶτα, πῶς ἂν γενοίμην καθαρὸς ὁ οὕτω μεμολυσμένος; Ἄκουε τοιγαροῦν καὶ τὰ παρ' ἡμῶν. Οἶδας ὅτι πεπλημμέληκας ὅλως; ὁμολογεῖς τὴν ἀσθένειαν; διαμέμνησαι τῶν ὀλισθημάτων; ἐγγὺς εἶ τοῦ σώζεσθαι· καθάρσεως γὰρ ἀρχὴ τὸ ὁμολογεῖν ἁμαρτίας. Οὕτω καὶ γέγραπται· «Λέγε σὺ τὰς ἀνομίας σου πρῶτος, ἵνα δικαιωθῇς·» οὐ γάρ ἐστι σκληρὸς ὁ πάντων Δεσπότης· οὐκ ἀμείλικτος, χρηστὸς δὲ μᾶλλον καὶ φιλοικτείρμων καὶ ἀγαθὸς καὶ εἰδὼς τὸ πλάσμα. Καὶ γὰρ μέγα καὶ ὁμολογία καὶ φυγὴ τοῦ κακοῦ· οὕτως ἐδέχθη ὁ ἄσωτος. —(E f. 244) Ἀλλὰ τίς ὁ μόσχος ὁ σιτευτὸς, ἢ πάντως Χριστὸς, τὸ ἄμωμον ἱερεῖον, ὁ αἴρων τὴν ἁμαρτίαν τοῦ κόσμου, ὁ θυόμενος καὶ ἐσθιόμενος; Καθ' ὃ γὰρ τὴν ἄλογον φύσει καὶ κτηνώδη σάρκα περιεβάλετο, κἂν αὐτὴν τῶν οἰκείων αὐχημάτων πεπλήρωκε, μόσχος νοεῖται, ἀπειρόζυγος μὲν τοῦ νόμου τῆς ἁμαρτίας, σιτευτὸς δὲ καθ' ὃ πρὸ καταβολῆς κόσμου προώριστο τὸ κατὰ Χριστὸν μυστήριον, ἡ φρικώδης καὶ μεγάλη θυσία, ἧς μετασχεῖν ἐφεῖται τοῖς ἐπανιοῦσιν ἐξ ἁμαρτίας. ΚΕΦ. Ιϛʹ. Ἄνθρωπός τις ἦν πλούσιος, ὃς εἶχεν οἰκονόμον. (A f. 215, B f. 152) Πλὴν κἀκεῖνό φαμεν τοῖς φιλομαθέσιν, ὅτι πλαγίως καὶ ἀσυμφανῶς ἡμῖν αἱ παραβολαὶ πραγμάτων ὀνησιφόρων δήλωσιν εἰσκομίζουσιν, ὅταν αὐτῶν ἐν βραχεῖ καὶ συνεσταλμένως τὸν νοῦν καταθρήσωμεν. Οὐ γὰρ ἅπαντα τῆς παραβολῆς τὰ μέρη πολυπραγμονεῖσθαι χρὴ λεπτῶς καὶ ἐξητασμένως, ἵνα μήτε πρὸς τὸ πέρα μέτρου βαδίζων ὁ λόγος καταλυπήσῃ τῷ περιττῷ τοὺς φιλακροάμονας, μήτε μὴν ἀδολεσχίας ὄχλον ἐνεργάσηταί τισιν· οἷον καὶ ἐπὶ τῆς προκειμένης παραβολῆς. Εἰ γὰρ βούλοιτό τις διατρανοῦν, τίς μὲν ἂν νοηθείη πρὸς ἡμῶν ὁ ἄνθρωπος, ὁ τὸν διαβεβλημένον ἔχων οἰκονόμον, ἢ καὶ τίς ἂν εἴη τυχὸν ὁ διαβεβληκὼς αὐτὸν, τίνες δὲ καὶ οἱ τοῖς ὀφλήμασιν ἔνοχοι, καὶ τὰς τῶν ὀφλημάτων ποιοῦντες ἀποκοπὰς, καὶ διὰ ποίαν αἰτίαν ὁ μὲν ἔλαιον, ὁ δὲ σῖτον ἐποφλῆσαι λέγεται,