Ancient Greek · ~10 min
Volume 72
Cyrillus Theol., Commentarii in Lucam (in catenis) 72.812
Not analysed yet
σκοτεινὸν ἅμα καὶ περιττὸν ἀποτελέσει τὸν λόγον. Οὐκοῦν οὐ πάντη τε καὶ πάντως ἅπαντα τῆς παραβολῆς τὰ μέρη τῇ τῶν δηλουμένων εἰσὶ θεωρίᾳ χρήσιμα, εἰς εἰκόνα δὲ ληφθεῖεν ἂν ἀναγκαίου πράγματος ἀμυδρῶς ὑποφαίνουσαν τὸ τελοῦν εἰς ὄνησιν τοῖς ἀκροωμένοις. Ἔστι τοίνυν τῆς παραβολῆς τοιοῦτος ὁ νοῦς· «Ὁ τῶν ὅλων Θεὸς πάντας ἀνθρώπους θέλει σωθῆναι, καὶ εἰς ἐπίγνωσιν ἀληθείας ἐλθεῖν» Ταύτῃ τοι καὶ νόμον εἰς βοήθειαν ἔδωκε, κατὰ τὴν τοῦ προφήτου φωνήν. Νόμον δέ φαμεν ἐν τούτοις, οὐχὶ δή που πάντως τὸν διακονηθέντα διὰ Μωϋσέως, ἅπασαν δὲ μᾶλλον τὴν θεόπνευστον Γραφὴν, δι' ἧς ἔνεστι μαθεῖν τὴν εὐθὺ παντὸς ἀγαθοῦ καὶ σωτηριώδους πράγματος ἀποκομίζουσαν τρίβον. Βούλεται τοίνυν ὁ τῶν ὅλων Δεσπότης, ὁλοτρόπως ἡμᾶς τοῖς εἰς ἀρετὴν ἀνακεῖσθαι σπουδάσμασι, καὶ διαβιοῦν ἑλέσθαι σπουδαίως καὶ ἁγίως, ἀπαλλάττοντας ἑαυτοὺς τῶν τοῦ παρόντος βίου περισπασμῶν, ἵνα εὐπαρέδρως καὶ ἀπερισπάστως ὑπηρετῶμεν αὐτῷ. Καὶ γοῦν διὰ μὲν τῆς τοῦ Ψάλλοντος λύρας· «Σχολάσατε, φησὶ, καὶ γνῶτε ὅτι ἐγώ εἰμι ὁ Θεός.» Δι' ἑαυτοῦ δὲ πάλιν ὁ τῶν ὅλων Σωτὴρ τοῖς τὸν πλοῦτον ἔχουσι τὸν ἐπὶ τῆς γῆς· «Πωλήσατε, φησὶ, τὰ ὑπάρχοντα, καὶ δότε ἐλεημοσύνην, ποιήσατε ἑαυτοῖς βαλάντια μὴ παλαιούμενα, θησαυρὸν ἀνέκλειπτον ἐν τοῖς οὐρανοῖς.» Καὶ ἡ μὲν ἐντολὴ σωτήριος, ἀσθενὴς δὲ λίαν ὁ ἀνθρώπινος νοῦς, καὶ ἀεί πως προσπέπηγε τοῖς γεωδεστέροις· καὶ τοῦτο εἰδὼς αὐτὸς ὁ Σωτὴρ ἔφησέ που περὶ αὐτῶν· «Πῶς δυσκόλως οἱ τὰ χρήματα ἔχοντες εἰσελεύσονται εἰς τὴν βασιλείαν τοῦ Θεοῦ. «Καὶ πάλιν· «Εὐκοπώτερόν ἐστι κάμηλον διὰ τρυπήματος ῥαφίδος εἰσελθεῖν, ἢ πλούσιον εἰς τὴν βασιλείαν τοῦ Θεοῦ.» Ἕως γὰρ ἔστι τις ἐν τῷ πλουτεῖν καὶ τρυφᾷν, ἀνεπιτήδευτον ἔχει τὴν εἰς Θεὸν εὐσέβειαν. (A f. 215 b) Ἆρ' οὖν οὐδὲ μία τοῖς πλουτοῦσι σωτηρίας ὁδὸς, ἀλλὰ πῦρ αὐτοῖς ηὐτρέπισται, τὸ τῷ διαβόλῳ πρέπον καὶ τοῖς ἀγγέλοις αὐτοῦ; Οὐμενοῦν· ἰδοὺ γὰρ, ἰδοὺ πρόφασιν αὐτοῖς σωτηρίας ἀνέδειξεν ὁ Σωτὴρ διὰ ταύτης τῆς παραβολῆς· ἐθαῤῥήθησαν, τὸν ἐπὶ τῆς γῆς πλοῦτον ἀφέντος αὐτοῖς ἀνεξικάκως τοῦ ἐπὶ πάντων Θεοῦ· πλὴν κατά γε τὸν ἐνόντα σκοπὸν αὐτῷ οἰκονόμοι τινὲς τίθενται τῶν πτωχευομένων· οἰκονόμοι δὲ λέγονται παρὰ τῷ τὰ οἰκεῖα ἑκάστῳ νέμειν· ἀλλ' οἰκονομοῦσιν οὐκ ὀρθῶς, οἱονεὶ σκορπίζοντες τὰ δοθέντα αὐτοῖς παρὰ τοῦ Δεσπότου· μόναις γὰρ ταῖς ἑαυτῶν δαπανῶσι τρυφαῖς, καὶ προσκαίρους ὠνοῦνται τιμὰς, ἀμνημονοῦντες Θεοῦ λέγοντος· «Ἀνοίγων ἀνοίξεις τὰ σπλάγχνα τῷ ἀδελφῷ σου, τῷ ἐπιδεομένῳ ἐν σοί.» Ναὶ μὴν καὶ αὐτοῦ πάντων ἡμῶν Σωτῆρος Χριστοῦ· «Γένεσθε οἰκτείρμονες, καθὼς καὶ ὁ Πατὴρ ὑμῶν ὁ οὐράνιος οἰκτείρμων ἐστίν.» Ἀλλ' οὐδεὶς αὐτοῖς, ὡς ἔφην, τοῦ κατοικτείρειν ἀδελφοὺς ὁ λόγος, μόνης δὲ ποιοῦνται φροντίδα τῆς ἑαυτῶν ἀγερωχίας· τοῦτο διαβέβληκεν αὐτοὺς παρὰ τῷ πάντων Δεσπότῃ. Δεῖ