Ancient Greek · ~11 min
Volume 72
Cyrillus Theol., Commentarii in Lucam (in catenis) 72.813
Not analysed yet
δὲ πάντως αὐτοὺς ἀποπεσεῖν τῆς οἰκονομίας ἐπιπηδῶντος θανάτου, καὶ τῶν καθ' ἡμᾶς πραγμάτων ἐξέλκοντος· ἀδιάφυκτον γὰρ ἀνθρώπῳ παντὶ τοῦ θανάτου τὸ λῖνον. Τί οὖν ἄρα δρᾷν αὐτοὺς βούλεται Χριστός; Ἕως εἰσὶν ἐν τῷδε τῷ κόσμῳ, κἂν εἰ μὴ πάντα βούλοιντο τὸν ἑαυτῶν πλοῦτον διανεῖμαι πτωχοῖς, κἂν γοῦν ἐκ μέρους κατακτήσασθαι φίλους, καὶ πολλοὺς τῆς εὐσπλαγχνίας μάρτυρας, τοὺς εὖ πεπονθότας δηλονότι· ἵνα ὅταν αὐτοὺς ὁ ἐπίγειος ἐκλείπῃ πλοῦτος, ἔχωσί τινα τόπον ἐν ταῖς ἐκείνων σκηναῖς. Καὶ γάρ ἐστι τῶν ἀμηχάνων ἄμισθον γενέσθαι ποτὲ τὸν φιλόπτωχον, ἀλλ' εἴτε ἅπαντά τις τὸν ἑαυτοῦ πλοῦτον διαδοίη τισὶν, εἴτ' οὖν ἐκ μέρους, ὀνήσει πάντως τὴν ἑαυτοῦ ψυχήν. Ὁ πιστὸς ἐν ἐλαχίστῳ, καὶ ἐν πολλῷ πιστός ἐστι. (A f. 217, B f. 154) Συχνῶς ἔσθ' ὅτε ὁ τῶν ὅλων Σωτὴρ τοὺς αὐτοὺς ποιεῖται λόγους, καὶ διαφόροις περὶ τοῦ αὐτοῦ θεωρήματος κέχρηται παραδείγμασιν, ἵνα πρὸς σύνεσιν ἀκριβῆ τῶν παρ' αὐτοῦ λεγομένων, ὁ τῶν ἀκροωμένων ἐμβιβάζηται νοῦς. Ἄθρει δέ μοι πάλιν τῶν προκειμένων ἀναγνωσμάτων τὴν δύναμιν. Δοκεῖ δέ μοι καὶ πρό γε τῶν ἄλλων ἐκεῖνο χρησίμως κατιδεῖν, τίνας ὅλως ὁ τοιόσδε λόγος ἔχει τὰς ἀφορμάς· ἔσται γὰρ οὕτως εὐσύνοπτος τῶν προκειμένων ὁ νοῦς. Ἐδίδασκε τοίνυν τοὺς ἐν πλούτῳ Χριστὸς ἀγαπᾷν ὅτι μάλιστα τὴν φιλοπτωχίαν, καὶ θησαυρίζειν ἐν οὐρανῷ, καὶ τῆς εἰς τὸ μέλλον εὐημερίας ποιεῖσθαι πρόνοιαν. Ἀλλ' εὖ ἠπίστατο, Θεὸς ὢν φύσει, τῆς ἀνθρώπου διανοίας τὸν ὄκνον, τὸν ἐπὶ παντὶ σπουδαίῳ τε καὶ ἀγαθῷ πράγματι, καὶ ὡς φιλόπλουτοι λίαν ὄντες, καὶ τῷ τοιῷδε πάθει τυραννούμενοι παντελῶς, οὐδένα τοῖς πτωχευομένοις νέμουσιν ἔλεον. Ὅτι τοίνυν τοῖς οὕτως ἔχουσι γνώμης, οὐδὲν ὑπάρξει τῶν παρὰ Θεοῦ χαρισμάτων, δῆλον δὲ ὅτι πνευματικῶν, ἐξ ἐναργεστάτων παραδειγμάτων διαδείκνυσι λέγων· «Ὁ πιστὸς ἐν ἐλαχίστῳ, καὶ ἐν πολλῷ πιστός ἐστι,» καὶ τὰ ἑξῆς. Λῦσον ἡμῖν, Δέσποτα, τὸ ζητούμενον, ἄνοιξον ἡμῶν τῆς καρδίας τὸν ὀφθαλμόν. Ἄκουε τοίνυν σαφῶς τε καὶ ἀκριβῶς, ὅπερ ἔφη· Εἰ ἐν τῷ ἀδίκῳ μαμωνᾷ πιστοὶ οὐκ ἐγένεσθε, φησὶ, τὸ ἀληθινὸν τίς δώσει ὑμῖν; Ἔστι δὴ οὖν τὸ ἐλάχιστον, ὁ ἄδικος μαμωνᾶς, τουτέστιν ὁ ἐπίγειος πλοῦτος, ἐξ ἁρπαγῆς ἔσθ' ὅτε καὶ πλεονεξίας συνειλεγμένος· τοῖς γε μὴν εὖ εἰδόσι βιοῦν, καὶ ἀποφέρουσι μὲν τῶν ἐπιγείων τὸν νοῦν, φρονοῦσι δὲ μᾶλλον τὰ ἄνω, καταλογισθείη ἂν παντελῶς οὐδὲν ὁ ἐπίγειος πλοῦτος, ἀλλ' εἰς τοὺς ἐνδεεῖς ὅλον δαπανήσουσι, καλῶς αὐτὸν οἰκονομοῦντες. Τοῦτο, οἶμαι, ἐστὶ τὸ ἐν ὀλίγῳ γενέσθαι τινὰ πιστὸν, τὸ τοῖς ἐν ἐσχάτῃ ταλαιπωρίᾳ τὴν ἀπό γε τῶν ὄντων διανέμειν ἐπικουρίαν. Εἰ οὖν ἐν ὀλίγῳ γεγόναμεν ἄπιστοι, πῶς ἂν λάβοιμεν παρ' αὐτοῦ τὸ ἀληθινὸν, τουτέστι τῶν θείων χαρισμάτων ἀμφιλαφῆ χορηγίαν, ψυχὴν ἀνθρώπου κατακαλλύνουσαν, καὶ τὸ θεῖον αὐτῇ κάλλος ἐγγράφουσαν; (A f. 154 b) Ὅτι δὲ εἰς τοῦτο βλέπει καὶ τέτραπται τῶν τοῦ Σωτῆρος ῥημάτων ὁ σκοπὸς, καὶ διὰ τῶν ἐφεξῆς εἰδείη τις ἂν εὖ μάλα. Ἔφη γάρ· «Εἰ