Ancient Greek · ~10 min
Volume 72
Cyrillus Theol., Commentarii in Lucam (in catenis) 72.816
Not analysed yet
ἐν τῷ ἀλλοτρίῳ πιστοὶ οὐκ ἐγένεσθε, τὸ ὑμέτερον τίς δώσει ὑμῖν;» Ἀλλότριον δὲ εἶναί φαμεν, τὴν τῶν χρημάτων περιουσίαν· οὐ γὰρ γεγεννήμεθα μετὰ πλούτου, γυμνοὶ δὲ μᾶλλον· καὶ ἀληθὲς εἰπεῖν ὅτι, κατὰ τὸ γεγραμμένον, «Οὐδὲν εἰσηνέγκαμεν εἰς τὸν κόσμον, οὐδὲ ἐξενεγκεῖν τι δυνάμεθα.» Γενώμεθα οὖν πιστοὶ ἐν τῷ μικρῷ τούτῳ καὶ γηΐνῳ πλούτῳ, ὃς ἐλάχιστός ἐστι καὶ οὐδὲν, ὅτι ῥευστός· καὶ μὴ σφετεριζώμεθα τὰ εἰς κοινὴν τῶν ἀδελφῶν χρείαν δοθέντα ἡμῖν, ὥστε ἄδικον τὸν πλοῦτον ποιεῖν, διὰ τοῦ κατέχειν αὐτὸν, καὶ ταῦτα, ἀλλότριον ὄντα· τὸ μὲν, ὅτι οὐδὲν εἰσηνέγκαμεν· τὸ δὲ, ὅτι τῶν πτωχῶν ἐστιν· ἵνα τὸν ἡμέτερον θεῖον καὶ οὐράνιον πλοῦτον πιστευθῶμεν, τὸν ἀληθινὸν καὶ μένοντα. Ἀλλότριον μὲν γὰρ ἀνθρώπου παντὸς φυσικῶς, τὸ πλουτεῖν· ἔξωθεν γὰρ προσγίνεται καὶ ἐπισυμβαίνει τισί· κἂν ἀποσυμβῇ καὶ ἀπόλοιτο, παραβλάψοι ἂν οὐδὲν παντελῶς τοὺς τῆς ἀνθρώπου φύσεως λόγους. Οὐ γὰρ ἔν γε τῷ εἶναι πλούσιοι, λογικοί τέ ἐσμεν, καὶ ἁπάσης ἀγαθοεργίας ἐπιστήμονες, ἀλλ' ἡ τῆς φύσεως ἐπιτηδειότης δεκτικὴ τῶν τοιούτων ἐστὶν, ὅπερ ἐστιν ἡμέτερον. Ὡς γὰρ ὁ μακάριος γράφει Παῦλος, ἐκτίσθημεν ἐπὶ ἔργοις ἀγαθοῖς, οἷς προητοίμασεν ὁ Θεὸς ἵνα ἐν αὐτοῖς περιπατήσωμεν. Ὅταν τοίνυν ἐν τῷ ἀλλοτρίῳ, τουτέστιν ἐν τοῖς ἔξωθεν προσγενομένοις, ἄπιστοί τινες εἶεν, πῶς ἂν λάβοιεν τὰ ἑαυτῶν; τουτέστι, πῶς ἂν ἐν μεθέξει γένοιντο τῶν θεοσδότων ἀγαθῶν; ἢ πῶς κομισόμεθα τὸ ἱερόν τε καὶ ἀξιάγαστον κάλλος, ὃ ταῖς τῶν ἀνθρώπων ψυχαῖς ἐγγράφει Θεὸς, διαμορφῶν αὐτὰς πρὸς ἑαυτόν; Γεγόναμεν γὰρ οὕτως ἐν ἀρχαῖς. Ὅτι δ' ἐστὶ τῶν ἀμηχάνων, ἕνα καὶ τὸν αὐτὸν μερίζεσθαι πρὸς τὰ ἐναντία, καὶ ἀκαταψέκτως δύνασθαι βιοῦν, διαδείκνυσι λέγων· Οὐδεὶς οἰκέτης δύναται δυσὶ κυρίοις δουλεύειν. (A f. 217, B f. 154 b) Παράδειγμα τοῦτο σαφές τε καὶ ἐναργὲς, καὶ τῇ τῶν προκειμένων θεωρίᾳ πρεπωδέστατον· συμπέρασμα δὲ ὥσπερ τοῦ παντὸς λόγου, τὸ ἐφεξῆς· «Οὐ δύνασθε γὰρ Θεῷ δουλεύειν καὶ μαμωνᾷ.» Εἰ γὰρ δή τις γένοιτο, φησὶ, δύο κυρίων οἰκέτης, μεμερισμένων τοῖς θελήμασιν εἰς τὸ ἐναντίον, καὶ ἀσύμβατον ἀλλήλοις ἐχόντων τὴν γνώμην, πῶς ἂν δύναιτο ἀμφοτέροις ἀρέσαι; Μεριζόμενος γὰρ εἰς τὸ ἑκατέρῳ δοκοῦν, τοῖς ἀμφοῖν θελήμασιν ἀντανίσταται. Πᾶσα γὰρ ἀνάγκη, τὸν αὐτὸν ὁρᾶσθαι πονηρόν τε καὶ ἀγαθόν. Οὐκοῦν εἴπερ ἕλοιτο γνήσιος ἑνὶ γενέσθαι, φησὶ, μισήσει τὸν ἕτερον. Ἀμήχανον δὴ οὖν Θεῷ δουλεῦσαι καὶ μαμωνᾷ· ἐπὶ θάτερον τοίνυν μεταθῶμεν τὴν πᾶσαν σπουδὴν, πολλὰ χαίρειν εἰπόντες τῷ μαμωνᾷ. Ταῦτα γὰρ ἡμῖν ὁ μέγας εἰσηγεῖται Διδάσκαλος. Φαρισαῖοι φιλάργυροι ὑπάρχοντες ἐξεμυκτήριζον αὐτόν. (A f. 217 b). Ὥσπερ τὰ τῶν ἐν τοῖς σώμασι πα-