Ancient Greek · ~10 min
Volume 72
Cyrillus Theol., Commentarii in Lucam (in catenis) 72.817
Not analysed yet
θῶν ἀγριώτερα, τὰς ἐκ τῶν φαρμάκων ἐπικουρίας οὐ προσίεται, φεύγει δὲ ὥσπερ τὴν ἴασιν· κἂν εἴ τις προσάγοι τὸ πεφυκὸς ὠφελεῖν, ἐξαγριοῦται μειζόνως, καὶ οἷον ἀγανακτεῖ, καίτοι τῇ τέχνῃ κολακευόμενα, οὕτω τὰ ἐν ταῖς τῶν ἀνθρώπων ψυχαῖς ἐπισυμβαίνοντα πάθη σκληρὰ καὶ ἀνουθέτητά πώς εἰσιν ἔσθ' ὅτε, καὶ οὐδενὸς ἀνέχεται λόγου καλοῦντος εἰς ἀπόστασιν τοῦ κακοῦ, καὶ τοῖς ἀμείνοσιν ἐμβιβάζοντος. Τοῦτο πεπονθότας εὑρήσομεν τοὺς Φαρισαίους, οἳ διὰ φιλαργυρίαν ἐξηυτέλιζον τὰς ἀρίστας παραινέσεις· καὶ δέον σεβασθῆναι, ἐμυκτήριζον ταῦτα εἰσηγούμενον Δεσπότην. Ἀλλ' ἡμεῖς ἐξέλωμεν τὸ τῆς φιλαργυρίας κέντρον, ὃ καὶ εἰς ἀσέβειαν ἐγείρειν δύναται, καθάπερ ἐκείνους. Μακρὸν τοιγαροῦν ἐπ' αὐτοῖς δαπανήσας λόγον ὁ τῶν ὅλων Σωτὴρ, εἶτα τῶν ἰδίων σκεμμάτων καὶ παθῶν οὐκ ἀποφοιτῶντας ὁρῶν, ἐμφιλοχωροῦντας δὲ μᾶλλον τῇ συντρόφῳ σκαιότητι, τρέπεται λοιπὸν ἐπὶ τὸ δριμὺ τῶν ἐλέγχων, καιροῦ καλοῦντος εἰς τοῦτο, καὶ ἀποφαίνει ὑποκριτὰς ὄντας καὶ βωμολόχους, καὶ δόξης μὲν ἐραστὰς, ἥπερ ἂν πρέποι δικαίοις τε καὶ ἀγαθοῖς ἀνδράσιν, οὐ μὴν ὄντας τοῦτο κατὰ ἀλήθειαν. Ὑμεῖς ἐστε οἱ δικαιοῦντες ἑαυτοὺς ἐνώπιον τῶν ἀνθρώπων. (A f. 218) Τοῦτο καὶ ἑτέρωθί που πρὸς αὐτοὺς εὑρίσκεται λέγων· «Πῶς δύνασθε πιστεῦσαι, δόξαν παρὰ ἀνθρώπων λαμβάνοντες, τὴν δὲ δόξαν τὴν παρὰ τοῦ μόνου Θεοῦ οὐ ζητεῖτε;» Τοὺς μὲν γὰρ ἀληθῶς ὄντας ἀγαθοὺς, τοῖς εἰς δικαιοσύνην ἐπαίνοις ὁ Θεὸς στεφανοῖ· οἵ γε μὴν ἀφιλάρετοι καὶ ὑποκριταὶ, τάχα ταῖς ἑαυτῶν ψήφοις, τὸ δοκεῖν εἶναι σεπτοὶ παρακλέπτουσιν. Ἀλλ' οὐδεὶς, ὦ βέλτιστοι, φαίη τις ἂν αὐτοῖς, ἑαυτὸν στεφανοῖ. Γέγραπται γάρ· «Ἐγκωμιαζέτω σε ὁ πέλας, καὶ μὴ τὸ σὸν στόμα· ἀλλότριος, καὶ μὴ τὰ σὰ χείλη.» Πλὴν κἂν εἰ δύναιντό πως λαθεῖν οἱ ὑποκριταὶ, καὶ τὰς ἐξ ἀνθρώπων ἁρπάσαι τιμὰς, ἀλλ' οὖν ὁ Θεὸς, φησὶ, γινώσκει τὰς καρδίας ὑμῶν, καὶ τιμᾷ μὲν δίκαιον τὸν ἀληθινὸν, σκορπίζει δὲ τὰ τῶν ἀνθρωπαρέσκων ὀστᾶ· ἀνθρωπαρεσκία γὰρ ῥίζα καὶ ἀρχὴ καὶ γένεσις τῆς μεμισημένης παρά τε Θεῷ καὶ ἀνθρώποις ὑπεροψίας. Καταστίξας τοίνυν τοῖς ἐλέγχοις αὐτοὺς, ἕτερόν τι τούτοις προσεπάγει Χριστὸς, ὅπερ ἔμελλον πείσεσθαι, διά γε τὴν ἐνοῦσαν αὐτοῖς ἀνοσιότητά τε καὶ ἀπειθίαν. Φησὶ γάρ· Ὁ νόμος καὶ οἱ προφῆται ἕως Ἰωάννου, κ. τ. λ. (A f. 218). Ἐπικρύπτει πάλιν ἀσαφείᾳ τὸ λυποῦν, καὶ κατεσκιασμένην ὥσπερ ποιεῖται τὴν προαγόρευσιν τῶν συμβησομένων τοῖς ἀπειθεῖν ἑλομένοις αὐτῷ. Μωϋσῆς γὰρ, φησὶ, καὶ σὺν αὐτῷ τῶν ἁγίων προφητῶν ὁ χορὸς, τοῦ κατ' ἐμὲ μυστηρίου τὴν δύναμιν προκατηγγέλκασι τοῖς ἐπὶ τῆς γῆς. Καὶ ὁ νόμος ἐδήλου διὰ σκιᾶς καὶ τύπων, ὅτι καὶ τὸν τῆς σαρκὸς ὑπομενῶ θάνατον, ἵνα σώσω τὴν ὑπ' οὐρανὸν, καὶ