Ancient Greek · ~11 min
Volume 72
Cyrillus Theol., Commentarii in Lucam (in catenis) 72.820
Not analysed yet
καταργήσω τὴν φθορὰν, ἐγηγερμένος ἐκ νεκρῶν. Συμβαίνοντα δὲ τοῖς Μωϋσέως νόμοις, ἐλάλησαν οἱ προφῆται. Ξένον τοίνυν, φησὶν, οὐδὲν, ἤγουν προεγνωσμένον, ὅταν τοῖς ἐμοῖς ἀπειθήσητε λόγοις· μέχρι γὰρ Ἰωάννου τοῦ Βαπτιστοῦ, ὁ τῆς προφητείας τῆς ἐπ' ἐμοὶ καὶ ὑμῖν ἐκτείνεται λόγος. Ἀπὸ δέ γε τῶν ἡμερῶν Ἰωάννου, ἡ βασιλεία τῶν οὐρανῶν εὐαγγελίζεται, καὶ πᾶς εἰς αὐτὴν βιάζεται. Βασιλείαν δὲ οὐρανῶν φησιν ἐν τούτοις, τὴν ἐν πίστει δικαίωσιν, τὴν τῆς ἁμαρτίας ἀπόνιψιν, τὴν διά γέ φημι τοῦ ἁγίου βαπτίσματος, τὸν διὰ τοῦ Πνεύματος ἁγιασμὸν, τὴν ἐν Πνεύματι προσκύνησιν, τῆς υἱοθεσίας τὸ καύχημα, τῆς μελλούσης δοθήσεσθαι τοῖς ἁγίοις δόξης τὴν ἐλπίδα. Εὐαγγελίζεται τοίνυν ἡ τῶν οὐρανῶν βασιλεία, παρελθόντος εἰς μέσον τοῦ Βαπτιστοῦ, καὶ λέγοντος· «Ἑτοιμάσατε τὴν ὁδὸν Κυρίου·» καὶ καταδεικνύντος ἤδη παρόντα τὸν Ἀμνὸν τοῦ Θεοῦ, τὸν αἴροντα τὴν ἁμαρτίαν τοῦ κόσμου. Πᾶς δὲ εἴ τις γέγονε τῶν ἱερῶν κηρυγμάτων κατήκοος καὶ ἐραστὴς, εἰσβιάζεται· τουτέστιν ἁπάσῃ προθυμίᾳ καὶ παντὶ σθένει χρώμενος, εἴσω παρελθεῖν τῆς ἐλπίδος ἐπιθυμεῖ. Ὡς γὰρ ἑτέρωθί πού φησιν, «Ἡ βασιλεία τῶν οὐρανῶν βιάζεται, καὶ βιασταὶ ἁρπάζουσιν αὐτήν.» Εὐκοπώτερον δέ ἐστι, κ. τ. λ. (A f. 218 b) Εὐκοπώτερον εἶναί φησι τὸν οὐρανὸν καὶ τὴν γῆν παρελθεῖν, οὔπω τοῦτο γίνεσθαι Θεοῦ προστάττοντος, ἢ τοῦ νόμου μίαν κεραίαν πεσεῖν. Νόμον δέ φησιν ἔσθ' ὅτε συλλήβδην ἅπασαν τὴν θεόπνευστον Γραφὴν, τουτέστι, τὰ Μωϋσέως καὶ προφητῶν. Τίνα τοίνυν προαπηγγέλκασιν, ἃ καὶ δεῖ πάντως ἐκβῆναι πρὸς πέρας; Προηγόρευσαν ὅτι διὰ πολλὴν ἀπιστίαν καὶ τρόπων ἀνοσιότητα, τῆς πρὸς Θεὸν οἰκειότητος ἀπολισθήσει, καίτοι πρωτότοκος ὢν ἐν τέκνοις ὁ Ἰσραήλ· καὶ ὅτι τῆς παρ' αὐτοῦ ἀγάπης ἐξωσθήσεται ἡ Ἱερουσαλήμ. Καὶ γοῦν ἔφη περὶ αὐτῆς διὰ φωνῆς Ὠσηέ· «Ἰδοὺ ἐγὼ φράσσω τὴν ὁδὸν αὐτῆς ἐν σκόλοψι, καὶ ἀνοικοδομήσω τὰς ὁδοὺς αὐτῆς· καὶ τὴν τρίβον αὐτῆς οὐ μὴ εὕρῃ.» Ὁδὸς μὲν γὰρ εὐσεβῶν εὐθεῖα ἐγένετο, καὶ οὐδὲν ἅπαντες ἐν αὐτῇ, λεῖα δὲ πάντα καὶ ἱππήλατα. Φράσσεται δὲ ἡ ὁδὸς τῆς Ἰουδαίων μητρὸς, τουτέστιν ἀδιόδευτος αὐτοῖς ἡ τῆς εὐσεβείας ἀπετελέσθη τρίβος· ὅτι δὲ γεγόνασι σκοτεινοὶ τὸν νοῦν, καὶ οὐ προσήκαντο τῆς τοῦ Σωτῆρος δόξης τὸ φῶς, οὐ γὰρ ἐγνώκασιν αὐτὸν, προαναπεφώνηκε, λέγων, ὡς πρὸς Ἰουδαίων τὸν δῆμον· «Νυκτὶ ὡμοίωσα τὴν μητέρα σου· ὡμοιώθη ὁ λαός μου, ὡς οὐκ ἔχων γνῶσιν· ὅτι σὺ ἐπίγνωσιν ἀπώσω, κἀγὼ ἀπώσομαί σε τοῦ μὴ ἱερατεύειν μοι· καὶ ἐπελάθου νόμου Θεοῦ σου, κἀγὼ ἐπιλάθωμαι τέκνων σου.» Ἀκούεις ὅτι σκότῳ καὶ νυκτὶ παρεικάζεται, καὶ σφόδρα εἰκότως, ἡ τῶν ἀπειθούντων πληθύς; Ἀνίσχει μὲν γὰρ τοῖς πιστεύουσιν εἰς νοῦν καὶ καρδίαν ὁ νοητὸς ἑωσφόρος, καὶ ὁ τῆς δικαιοσύνης ἥλιος· σκότῳ δὲ καὶ ἀχλύϊ νοητῇ καταμελαίνεται τῶν ὑβριζόντων τὴν οὕτω λαμπρὰν καὶ ἀξιόκτητον χάριν ὁ νοῦς. Καὶ ταῦτα μὲν περὶ τῶν ἐξ Ἰσραήλ. Περὶ δὲ τῶν ἐπεγνωκότων τὴν ἐπιφάνειαν τῆς δόξης τοῦ πάντων ἡμῶν Σωτῆρος Χρι-