Ancient Greek · ~11 min
Volume 72
Cyrillus Theol., Commentarii in Lucam (in catenis) 72.821
Not analysed yet
στοὶ, δι' ἑνὸς τῶν ἁγίων προφητῶν ὁ Θεὸς καὶ Πατὴρ ὑπισχνεῖτο, λέγων· «Καὶ κατισχύσω αὐτοὺς ἐν Κυρίῳ Θεῷ αὐτῶν, καὶ ἐν τῷ ὀνόματι Κυρίου τοῦ Θεοῦ αὐτῶν ὑπάρξουσι.» Συνῳδὰ δὲ τούτοις καὶ ὁ Ψαλμῳδὸς ἐν Πνεύματί φησι πρὸς Χριστόν· «Κύριε, ἐν τῷ φωτὶ τοῦ προσώπου σου πορεύσονται, καὶ ἐν τῷ ὀνόματί σου ἀγαλλιάσονται ὅλην τὴν ἡμέραν· ὅτι καύχημα τῆς δυνάμεως αὐτῶν σὺ εἶ· καὶ ἐν τῇ δικαιοσύνῃ σου ὑψωθήσεται τὸ κέρας ἡμῶν.» Καυχώμεθα γὰρ ἐν Χριστῷ, δικαιωθέντες ἐν αὐτῷ· γεγόναμεν ὑψηλοὶ, τὴν ἐκ τῆς ἁμαρτίας ταπείνωσιν ἐκβεβληκότες, καὶ τῶν τῆς ἀληθείας δογμάτων τὴν ἀκριβῆ καταπλουτήσαντες γνῶσιν· τοῦτο γὰρ ἡμῖν ἐπηγγέλλετο Θεὸς λέγων διὰ φωνῆς Ἡσαΐου· «Καὶ ἄξω τυφλοὺς ἐν ὁδῷ ᾗ οὐκ ἔγνωσαν, καὶ τρίβους ἃς οὐκ ᾔδεισαν πατῆσαι ποιήσω αὐτούς· ποιήσω αὐτοῖς τὸ σκότος εἰς φῶς, καὶ πάντα τὰ σκολιὰ εἰς εὐθεῖαν.» Ἡμεῖς μὲν γὰρ ὄντες τυφλοὶ, πεφωτίσμεθα, καὶ τὴν ἀσυνήθη τῆς δικαιοσύνης ἐρχόμεθα τρίβον· οἱ δὲ νόμον αὐχοῦντες παιδαγωγὸν, ἐν σκότῳ γεγόνασιν. Ὡς γὰρ αὐτὸς ἔφη Χριστὸς, ἡ σκοτία ἐτύφλωσε τοὺς ὀφθαλμοὺς αὐτῶν, καὶ πώρωσις ἀπὸ μέρους γέγονε τῷ Ἰσραὴλ, ἵνα βλέποντες μὴ βλέπωσι καὶ ἀκούοντες μὴ ἀκούωσι· πεπαρῳνήκασι γὰρ εἰς τοὺς ἁγίους προφήτας, τετολμήκασι δὲ καὶ αὐτῷ τὰς χεῖρας ἐπενεγκεῖν τῷ καλοῦντι πρὸς σωτηρίαν καὶ ζωήν. Οὐκοῦν ἂν ἀπειθῆτε, φησὶ, κἂν τοὺς ἐμοὺς ἀσυνέτως διαμυκτηρίζητε λόγους, ἐπὶ τὴν τοῦ χρησίμου καὶ πρέποντος ἀποκομίζοντας θήραν, ἀλλ' οὐκ ἠγνοήθη ταῦτα, φησὶ, ἀλλ' ἤδη προείρηται διά τε νόμου καὶ προφητῶν. Ἔστι δὲ τῶν ἀμηχάνων, εἰς ἀπραξίαν διαπεσεῖν τὰς Θεοῦ φωνάς· ὃ γὰρ ᾔδει πάντη τε καὶ πάντως ἐσόμενον, τοῦτο προκαταμεμήνυκε. Κατὰ μὲν οὖν τὸ ῥητὸν, δηλοῖ ὅτι ἀφῖκται, καταλύσων μὲν ἥκιστα ἢ ἀνατρέψων τὰ προφητῶν, ἀποπερανῶν δὲ μᾶλλον καὶ προφήτας καὶ νόμον. Ἐπειδὴ γὰρ εἶπεν ὅτι ὁ νόμος καὶ οἱ προφῆται ἕως Ἰωάννου, ἵνα μή τις ὑπολάβοι, ὅτι ἐκβέβληνται καὶ ἠθέτηνται, διὰ τοῦτο ἐπήγαγεν, ὅτι «Οὐ πεσεῖται ἀπὸ τοῦ νόμου ἰῶτα ἓν, ἢ μία κεραία,» κατὰ τὸν Ματθαῖον. Ἄνθρωπος δέ τις ἦν πλούσιος, καὶ ἐνεδιδύσκετο πορφύραν καὶ βύσσον. (A f. 220, E f. 252 b) Πύθοιτο δ' ἄν τις· Ἆρά γε κατὰ τὴν εὐαγγελικὴν ἱστορίαν, τὴν λέγουσαν τὸν μὲν πτωχὸν εἰς τὴν ἀνάπαυσιν ἀπελθεῖν, τὸν δὲ πλούσιον εἰς τὴν κόλασιν, γέγονεν ἤδη ταῦτα, καὶ ἀνταπόδοσις ἀξία ἐκληρώθη ἑκάστῳ, ἢ τῆς μελλούσης κρίσεως ἀνατυποῖ τὴν εἰκόνα ἐν τούτοις; Ἀλλὰ μὴν, φησὶν, ὁπότε ὀνομάζει Λαζάρου προσηγορίαν, ἀληθῶς γέγονε καὶ ἐπράχθη. Διὰ τί γὰρ μὴ εἶπε, Πτωχὸς δέ τις ἄνθρωπος, ἀλλὰ, Λάζαρος; Ἵνα τῇ προσηγορίᾳ δείξῃ, πείρᾳ καὶ ἀληθείᾳ ταῦτα πεπρᾶχθαι. Πρὸς ὃν ἐροῦμεν· Τὴν κρίσιν ἔσεσθαι μετὰ τὴν ἀνάστασιν τῶν νεκρῶν, ἡ θεία πανταχοῦ λέγει Γραφή· ἀνάστασις δὲ οὐκ ἔσται, μὴ αὖθις ἡμῖν ἐπιφοιτήσαντος τοῦ Χριστοῦ ἐξ οὐρανῶν ἐν τῇ δόξῃ τοῦ Πατρὸς μετὰ τῶν