Ancient Greek · ~9 min
Volume 72
Cyrillus Theol., Commentarii in Lucam (in catenis) 72.857
Not analysed yet
φύσιν, οὐκ ἂν ὑπῆρχε καὶ αὐτὸς ὡς Θεὸς ἀγαθός; Ἀλλὰ λεκτέον πρὸς αὐτούς· Ἐπειδὴ πᾶς λόγος ὀρθός τε καὶ ἀκριβὴς, ὁμοούσιον οἶδεν ὄντα τῷ Πατρὶ τὸν Υἱὸν, πῶς οὐκ ἔστιν ἀγαθὸς, Θεὸς ὤν; Οὐ γὰρ δύναται δένδρον ἀγαθὸν καρποὺς πονηροὺς ποιεῖν, οὐδὲ ἐκ γλυκείας πηγῆς ποταμὸς πρόεισιν οὐ γλυκύς· Θεοῦ τοιγαροῦν ἀγαθοῦ καρπὸς ἀγαθὸς ὁ Υἱός· καὶ ὡς εἰκὼν, τοῦ γεννήσαντος τὸ κάλλος ἐν ἰδίᾳ φύσει δεικνύς. —(A f. 245) Ἀλλὰ ταῦτα μὲν ἀπόχρη πρός γε τὰ παρόντα. Εἴρηται δὲ καὶ ἐν τῷ Ματθαίῳ. Προσδοκῶντος δὲ τοῦ ἄρχοντος, ἀκούσεσθαι λέγοντος τοῦ Χριστοῦ· Ἀποπήδησον τῶν Μωϋσέως γραμμάτων, καὶ πρόσιθι τοῖς δι' ἐμοῦ θεσπίσμασι· τοῦτο μὲν οὐκ ἔφη, τὸν ἐνόντα σκοπὸν τῷ πειράζοντι θεοπρεπέστατα βλέπων· ὥσπερ δὲ οὐκ οὐσῶν ἑτέρων ἐντολῶν, πλὴν ὅτι μόνων τῶν διὰ Μωϋσέως, πέμπει τὸν ἄνθρωπον πρὸς αὐτὰς, καί φησι· Τὰς ἐντολὰς οἶδας· Μὴ μοιχεύσῃς, μὴ φονεύσῃς, κ. τ. λ. (A f. 246 b) Ὁ μέν τοι νόμος πᾶν εἶδος ἀποφάσκει φαυλότητος, καὶ τοὺς τῆς ἀνοσιότητος κατακιβδηλεύει τρόπους· «Οὐ γὰρ μοιχεύσεις, φησὶν, οὐ φονεύσεις,» καὶ τὰ λοιπὰ ἐναργῶς ἀποφάσκων, τὸ μήτε χρῆναι φονεῖν, μήτε μὴν ἀλλοτρίοις γάμοις ἐπιμαίνεσθαι· καταδικάζων δὲ καὶ κλοπῆς, καὶ ἐπιορκίας, καὶ τοῦ ψευδομαρτυρεῖν, καὶ ποινὰς τοῖς πλημμελοῦσιν ὁρίζων. Εἶτα τῆς εἰς γονέας αἰδοῦς ἐπιμελητὰς γενέσθαι προστέταχεν, ἀξιόκτητα τοῖς εὐδοκιμεῖν ἐθέλουσι τὰ γέρα προθείς· «Τίμα γὰρ, φησὶ, τὸν πατέρα σου καὶ τὴν μητέρα σου, ἵνα εὖ σοι γένηται, καὶ ἔσῃ μακροχρόνιος ἐπὶ τῆς γῆς.» —(A f. 247, D f. 59 b) Ἐνόμισεν ὁ δύστροπος καὶ δεινὸς εἰς κακουργίας, καίτοι Θεὸν ὄντα τὸν ἐρωτώμενον συναρπάσειν ἀκονιτὶ πρὸς τὸ αὐτῷ δοκοῦν ἀποκρινόμενον· ὁ δὲ Χριστὸς, καίτοι πονηρὸν ὄντα, οὐκ ἀπεσόβησεν. «Ὁ δὲ ἀκούσας ταῦτα, περίλυπος ἐγένετο.» —(A f. 247 b) Ὁ τῆς Ἰουδαίων Συναγωγῆς ἄρχων, τὸν νέον οὐκ ἐχώρησεν οἶνον, ἀσκὸς παλαιὸς ὑπάρχων, ἀλλ' ἐῤῥάγη, καὶ ἀχρεῖος ἦν· λελύπηται γὰρ, καίτοι μάθημα λαβὼν ζωῆς τῆς εἰς αἰῶνα πρόξενον. —(B f. 171, C f. 146) Κάμηλον, οὐ τὸ ζῶον, ἀλλὰ τὸ ἐν τοῖς πλοίοις παχὺ σχοινίον. Ἔξεστι γὰρ αὐτοῖς, εἰ μὴ εἰσάπαν ἕλοιντο τὸ τῶν ὅλων ὄντων ἀπολισθεῖν, ἑτέρως εὐδοκιμεῖν, ποιῆσαι φίλους ἐκ τοῦ ἀδίκου μαμωνᾶ, ἵνα ὅταν ἐπιλίπωσι, δέξωνται αὐτοὺς εἰς τὰς αἰωνίους σκηνάς. Ἀφήκαμεν πάντα, καὶ ἠκολουθήσαμέν σοι. (A f. 250, C f. 146) Προσεπάγει δὲ τούτοις ὁ Ματθαῖος τό· «Τί ἄρα ἔσται ἡμῖν;» Πρὸς τοῦτο ἐρεῖ τις· Τί γὰρ ὅλως ἀφῆκαν οἱ μαθηταὶ, ἢ τίνων