Ancient Greek
Volume 72
Cyrillus Theol., Commentarii in Lucam (in catenis) 72.860
Not analysed yet
ἀντέκτισιν αἰτοῦσι παρὰ Χριστοῦ; Τί οὖν πρὸς ταῦτά φαμεν; Μάλιστα μὲν ταύτης ἕνεκα τῆς αἰτίας, ἀναγκαιοτάτην ἐποιοῦντο τὴν πεῦσιν. Ὡς γὰρ οὐδὲν κεκτημένοι, πλὴν ὅτι μικρὰ καὶ εὐτελῆ, βούλονται μαθεῖν τίνα τρόπον ἀμείψεται Θεὸς καὶ τοὺς ὀλίγιστα καταλελοιπότας διὰ τὴν βασιλείαν τοῦ Θεοῦ, τουτέστι διὰ τὸ ἐφίεσθαι τυχεῖν τῆς τῶν οὐρανῶν βασιλείας, διὰ τῆς εἰς αὐτὸν ἀγάπης. Ἀραρότως μὲν γὰρ ὁ πλούσιος καταφρονήσας πολλῶν, προσδοκήσει τὰς ἀμοιβάς· ὁ δέ γε μικρὰ κεκτημένος, εἶτα τούτων ἀποστὰς, ἐν ποίαις ἐλπίσιν ἔσται, πῶς οὐκ ἔδει μαθεῖν; Εἶτα πρὸς τούτοις κἀκεῖνο εἰπεῖν ἀνάγκη· τὸ γάρ τοι πολλῶν ἢ ὀλίγων ἀπολισθεῖν, ἴσον τοῖς παθοῦσιν εἴη ἂν κατὰ τὸν τῆς ὀρθότητος λόγον· οὐκοῦν τό γε ἧκον εἰς ὑπακοὴν καὶ πρόθεσιν, ἐν ἴσῃ τάξει καταλογισθεῖεν ἂν τοῖς πολλὰ κεκτημένοις οἱ μὴ κατ' αὐτοὺς μὲν ὄντες, εἶτα ταῖς ἴσαις προθυμίαις χρώμενοι, καὶ τῶν ἐνόντων τὴν ἀπεμπολὴν ἑκούσιον ὑπομένοντες. Εἶτα τί πρὸς αὐτοὺς ὁ Χριστός; Ἀμὴν λέγω ὑμῖν, ὅτι οὐδείς ἐστιν ὃς ἀφῆκεν οἰκίαν, ἢ γονεῖς, κ. τ. λ. (A f. 250, B f. 172, D f. 60 b) Θεοπρεπὴς ἡ φωνὴ, καὶ ἡ ψῆφος ὁσία· εἰς ἐλπίδα γὰρ βεβαίαν ἀνακομίζει ἅπαντας τοὺς ἀκροωμένους· καὶ ἐνώμοτον ποιεῖται τὴν ὑπόσχεσιν, προτιθεὶς τοῦ λόγου τὸ ἀμὴν, οἷον ὅρκου χρείαν ἀποπληροῦν. Ζητῆσαι δὲ πρέπει, τίνες ἂν εἶεν οἱ ἀφιέντες πατέρα ἢ μητέρα, γυναῖκά τε καὶ ἀδελφοὺς καὶ οἰκίας· εἶθ' οὕτως πολυπραγμονῆσαι λεπτῶς, πῶς ἂν οἱ τοιοῦτοι πολλαπλασίονα λάβοιεν ἐν τῷ παρόντι καιρῷ. Οὐκοῦν καταλιμπάνουσί τινες πατέρα, καὶ τῆς εἰς ἅπαν τὸ γένος φιλοστοργίας ὀλιγωροῦσι ἔσθ' ὅτε, διά γε τὴν εἰς Χριστὸν ἀγάπην· καὶ τίνα τρόπον, αὐτὸς ἡμᾶς διδάξει λέγων· «Ὁ φιλῶν πατέρα ἢ μητέρα ὑπὲρ ἐμὲ, οὐκ ἔστι μου ἄξιος.» Καί· «Ἦλθον μερίσαι ἄνθρωπον ἀπὸ τοῦ πατρὸς αὐτοῦ,» καὶ τὰ ἑξῆς. Σαγηνεύοντος γὰρ εἰς τὴν ὑπ' αὐτῷ πίστιν τοῦ θείου κηρύγματος τὴν ὑπ' οὐρανὸν, βούλονται μὲν πρὸς τοῦτο ἰέναι τινὲς, ὑφορῶνται δὲ ἴσως πατέρας ἢ μητέρας ἀπίστους ὄντας καὶ πονηρούς· καὶ υἱοὺς δὲ πολλάκις οὐκ ἠνέσχοντο λυπῆσαι πατέρες, διὰ τοῦ προσδραμεῖν τῇ πίστει. Ὁ αὐτὸς δ' ἂν γένοιτο λόγος καὶ περὶ ἀδελφῶν πρὸς ἀδελφοὺς, καὶ νύμφης πρὸς πενθερὰν, κἀκείνης πρὸς ταύτην· ἀλλ' οἵ γε τῇ πίστει ἑδραῖοι προτάττουσιν οὐδὲν τῆς εἰς Χριστὸν ἀγάπης, τὸ κατὰ σάρκα γένος ἐν οὐδενὶ ποιούμενοι λόγῳ. Σκοπῆσαι δὲ λοιπὸν χρὴ πῶς ἄν τις τούτους ἀφεὶς, πολλαπλασίονα λήψεται ἐν τῷ νῦν αἰῶνι. Ἆρα γὰρ πολλῶν γυναικῶν ἔσται ἀνὴρ, ἢ πολλοὺς ἀνθ' ἑνὸς πατέρας εὑρήσει ἐπὶ τῆς γῆς, καὶ πολυπλασιασθὲν οὕτω τὸ κατὰ σάρκα γένος; Οὐ τοῦτό φαμεν· ἀλλ' ὅτι τὰ σαρκικὰ καὶ πρόσκαιρα καταλελοιπὼς, τὰ πολλῷ κρείττονα λήψεται, καὶ οἷον πολλαπλασίονα τῶν καταφρονουμένων. Καὶ οἱ ἀπόστολοι γὰρ