Ancient Greek · ~9 min
Volume 72
Cyrillus Theol., Commentarii in Lucam (in catenis) 72.861
Not analysed yet
ἀφέντες ὀλίγα, ἁγίου μεμέστωνται Πνεύματος, καὶ παντοδαπῶν ἔτυχον χαρισμάτων, ἀπόλεκτοί τε καὶ ἀοίδιμοι γεγόνασι τοῖς ἁπανταχοῦ. Ἅπαντες οὗν ἐσόμεθα κατ' ἐκείνους οἱ πιστεύσαντες εἰς Χριστὸν, καὶ ἠγαπηκότες αὐτοῦ τὸ ὄνομα. Κἂν οἶκον ἀφῇ τις, τὰς ἄνω λήψεται μονάς· κἂν ἀπολισθήσῃ πατρὸς, τὸν ἐν οὐρανοῖς ἔχει Πατέρα· κἂν ἀδελφῶν γένηται μακρὰν, ἀλλ' εἰς ἀδελφότητα αὐτὸν παραλήψεται Χριστός· ὅταν ἀφῇ γυναῖκα σύνοικον, εὑρήσει τὴν ἄνωθεν καὶ παρὰ Θεοῦ σοφίαν, ἐξ ἧς τεκνογονήσει εὐκαρπίας· κἂν ἀφήσῃ μητέρα, εὑρήσει «τὴν ἄνω Ἱερουσαλὴμ, ἥτις ἐστὶν ἐλευθέρα καὶ μήτηρ ἡμῶν.» Τελεσθήσονται πάντα τὰ γεγραμμένα διὰ τῶν προφητῶν τῷ Υἱῷ τοῦ ἀνθρώπου. (A f. 250, B f. 172 b, D f. 61) Προαποκείρει διὰ τοῦ λέγειν τὰ συμβησόμενα, καὶ λογισμῶν ἀτοπίαν, καὶ παντὸς σκανδάλου πρόφασιν· οἱ γὰρ τὰς παρ' αὐτοῦ θεοσημείας τεθεαμένοι, καὶ τοῖς παρ' αὐτοῦ λόγοις πρὸς εὐανδρίαν διανευρούμενοι, ἔμελλον ὁρᾷν αὐτὸν τῶν Ἰουδαίων ὑπομένοντα γέλωτα, σταυρούμενον, καὶ ἀτιμαζόμενον. Ἦν οὖν εἰκὸς ἐπ' αὐτοῖς δὴ τούτοις σκανδαλιζομένους, ἐκεῖνα καθ' ἑαυτοὺς διενθυμεῖσθαί τε καὶ λέγειν· Ὁ τοσοῦτος ἐν ἰσχύϊ, καὶ νεύματι μόνῳ θαυματουργῶν, ὁ τὴν τοῦ Πατρὸς πρόνοιαν καὶ μέχρι στρουθίων καθικνεῖσθαι λέγων, ὁ Μονογενὴς καὶ Πρωτότοκος, πῶς ἠγνόησε τὰ ἐσόμενα, καὶ τεθήρευται παρ' ἐχθρῶν ὁ καὶ ἡμᾶς αὐτοὺς διασώσειν ὑπισχνούμενος; Ἵνα τοίνυν εἰδεῖεν, ὡς καὶ προέγνω τὸ πάθος, καὶ διαφυγεῖν εὐκόλως ἐξὸν, ἑκὼν εἰς τοῦτο παρῆλθε, προκαταμηνύει τὰ συμβησόμενα. Προσετίθει δὲ ἀναγκαίως, ὡς πάντα προείρηται διὰ προφητῶν ἁγίων, προοικονομοῦντος Θεοῦ καὶ τοῦτο χρησίμως, ἵν' ὅταν γενέσθαι συμβῇ, σκανδαλισθείη μηδείς. Ἐξῆν γὰρ ὅλως μηδὲ παθεῖν τῷ προεγνωκότι τὸ συμβησόμενον· ἀλλ' οὐ βεβίασται πρός τινος, εἵλετο δὲ τὸ παθεῖν ἑκὼν, εὖ εἰδὼς ὅτι σωτηρία ἔσται τῷ κόσμῳ παντὶ, τὸ παθεῖν αὐτόν. Ὑπέστη μὲν γὰρ τὸν κατὰ σάρκα θάνατον, ἐγήγερται δὲ πατήσας τὴν φθορὰν, καὶ διὰ τῆς ἐκ νεκρῶν ἀναστάσεως, ἐνεφύτευσε τοῖς ἀνθρωπίνοις σώμασι τὴν παρ' ἑαυτοῦ ζωήν· ὅλη γὰρ ἦν ἡ ἀνθρώπου φύσις ἐν αὐτῷ παλινδρομοῦσα πρὸς ἀφθαρσίαν. Αὐτοὶ οὐδὲν τούτων συνῆκαν. (A f. 250 b) Ὁ μὲν τῶν ὅλων Σωτὴρ προαπήγγειλε ταῦτα τοῖς ἁγίοις ἀποστόλοις, οἱ δὲ οὐ συνῆκαν, φησὶ, τὰ λεγόμενα· οὔπω γὰρ ᾔδεισαν ἀκριβῶς τὰ παρὰ τῶν ἁγίων προφητῶν προκεκηρυγμένα. Καὶ γοῦν ὁ προὔχων ἐν μαθηταῖς, συνεὶς οὔπω τοῦ μυστηρίου τὸ βάθος, ἀντανίστατο λέγων· «Ἵλεώς σοι, Κύριε, οὐ μὴ ἔσται σοι τοῦτο.» Ἐπετιμήθη δὲ