Ancient Greek
Volume 72
Cyrillus Theol., Commentarii in Lucam (in catenis) 72.864
Not analysed yet
τοῦτο λέγων. Ἐπεὶ δὲ ἀνεβίω Χριστὸς ἐκ νεκρῶν, διήνοιξεν αὐτῶν τοὺς ὀφθαλμοὺς καθ' ὃ γέγραφέ τις τῶν ἁγίων εὐαγγελιστῶν· κατεφωτίσθησαν γὰρ, τὴν τοῦ Πνεύματος μέθεξιν ἀμφιλαφῆ πλουτήσαντες· ὡς λέγειν· «Καὶ ἔχομεν βεβαιότερον τὸν προφητικὸν λόγον, ᾧ καλῶς ποιεῖτε προσέχοντες, ὡς λύχνῳ φαίνοντι ἐν αὐχμηρῷ τόπῳ, ἕως οὗ ἡμέρα διαυγάσῃ καὶ φωσφόρος ἀνατείλῃ ἐν ταῖς καρδίαις ὑμῶν.» Ἰησοῦ, υἱὲ Δαβὶδ, ἐλέησόν με. (A f. 251 b, C f. 146 b) Προσῆλθε μὲν οὗτος ὡς Θεῷ τῷ πάντα ἰσχύοντι· ὀνομάζει δὲ αὐτὸν υἱὸν Δαβίδ· τεθραμμένος γὰρ ἐν Ἰουδαϊσμῷ, καὶ αὐθιγενὴς ὑπάρχων, οὐκ ἠγνόησε τὰ διά γε τοῦ νόμου καὶ τῶν ἁγίων προφητῶν περὶ αὐτοῦ προηγορευμένα, καὶ ὡς ἐκ γένους ὑπῆρχε τοῦ Δαβὶδ τὸ κατὰ σάρκα. Οὐκοῦν ὡς ἤδη πεπιστευκὼς ὅτι Θεὸς ὢν ὁ Λόγος, ὑπέμεινεν ἑκὼν τὴν κατὰ σάρκα γέννησιν, τὴν ἀπό γε, φημὶ, τῆς ἁγίας Παρθένου, πρόσεισιν ὡς Θεῷ, λέγων· «Ἐλέησόν μου, υἱὲ Δαβίδ·» Ὅτι γὰρ οὕτω διατεθεὶς προσεκόμισε τὴν ἱκετηρίαν, ἐπιμαρτυρήσει λέγων αὐτῷ ὁ Χριστός· «Ἡ πίστις σου σέσωκέ σε.» Μιμησάσθωσαν αὐτὸν τὸν τὰς ὄψεις ἠῤῥωστηκότα, οἱ διαιροῦντες εἰς δύο τὸν ἕνα Κύριον Ἰησοῦν Χριστὸν, ὃς ὡς Θεῷ πρόσεισι τῷ πάντων Σωτῆρι Χριστῷ, καὶ Κύριον αὐτὸν, καὶ υἱὸν ὀνομάζει Δαβίδ. Μαρτυρεῖ δὲ αὐτοῦ τῇ δόξῃ, διὰ τοῦ θεοπρεπεστάτην ἐνέργειαν παρ' αὐτοῦ ζητεῖν. Θαυμαζέτωσαν αὐτοῦ τὴν ἔνστασιν τῆς ὁμολογίας· τινὲς μὲν γὰρ ἐπετίμων ὁμολογοῦντι τὴν πίστιν· ὁ δὲ οὐκ ἀνίει, οὐδ' ἐνεποδίζετο ἡ παῤῥησία διὰ τῶν κωλυόντων. Οἶδεν ἡ πίστις πρὸς πάντα μάχεσθαι καὶ πάντα νικᾷν· διὸ ἐπετίμων, ὁ δὲ πιστὸς οὐχ ὑπεστέλλετο, ἀλλ' ἠκολούθει τῷ Δεσπότῃ, εἰδὼς ὅτι καλὴ ἡ ὑπὲρ εὐσεβείας ἀναίδεια· εἰ γὰρ ὑπὲρ χρημάτων ἀναιδεῖς πολλοὶ, ὑπὲρ σωτηρίας ψυχῆς οὐ χρὴ τὴν καλὴν ἀναίδειαν ἐνδύσασθαι; —(A f. 251 b, D f. 61 b) Ἵστησι τὸν Κύριον ἡ φωνὴ τοῦ μετὰ πίστεως ἐπικαλουμένου· καὶ τετίμηται εἰκότως παρὰ Χριστοῦ ὁ τυφλός· κέκληται γὰρ παρ' αὐτοῦ, καὶ ἐγγὺς γενέσθαι προστέτακται, ἵν' ὁ ἐγγίσας αὐτῷ τῇ πίστει πρότερον, πλησιάσῃ καὶ τῷ σώματι· καὶ ἡμᾶς οὖν ἡ πίστις παρίστησι καὶ ἐγγὺς ἀποφέρει Χριστοῦ, ὥστε καὶ λόγων ἀξιωθῆναι τῶν παρ' αὐτοῦ. Ἐγγὺς γὰρ ἐνεχθέντα τὸν τυφλὸν, ἤρετο λέγων· «Τί σοι θέλεις ἵνα ποιήσω;» Ἆρ' οὖν ἠγνόει τὴν αἴτησιν; καὶ πῶς ἂν ἔχοι τοῦτο λόγον; Ἠρώτα τοίνυν οἰκονομικῶς, ἵνα δὴ μάθοιεν οἱ περιεστηκότες, ἤγουν συμβαδίζον-