Ancient Greek
Volume 72
Cyrillus Theol., Commentarii in Lucam (in catenis) 72.865
Not analysed yet
τες, ὡς οὐ χρήματα μᾶλλον αἰτεῖ αὐτὸν, ἀλλ' ἐνέργειαν θεϊκὴν ὡς παρὰ Θεοῦ. —(A f. 255, D f. 61 b) Ἆρ' οὖν ἀπηλλάττετο μὲν τοῦ νοσεῖν ὁ τυφλὸς, κατημέλει δὲ τοῦ εἶναι φιλόχριστος; Οὐδαμῶς· ἀλλὰ τοῖς ἔργοις τὴν εὐγνωμοσύνην ἐπεδείκνυτο. Καὶ διττῆς ἠλευθέρωτο τυφλότητος, τῆς τε σωματικῆς, καὶ τῆς εἰς νοῦν καὶ καρδίαν· οὐ γὰρ ἂν ἐδόξασεν αὐτὸν ὡς Θεὸν, εἰ μὴ ἀνέβλεψεν ὄντως. Γέγονε δὲ καὶ ἑτέροις πρόφασις τοῦ δοξάζειν αὐτόν. ΚΕΦΑΛ. ΙΘʹ. Ἰδοὺ ἀνὴρ ὀνόματι καλούμενος Ζακχαῖος. (A f. 252, B f. 173, C f. 146 b, D f. 62) Ἀρχιτελώνης ἦν ὁ Ζακχαῖος, ἐν ἐπιτάσει τε πολλῇ παρ' αὐτῷ φιλάργυρον, καὶ τῆς πλεονεξίας ὁ σκοπός· τοῦτο γὰρ τοῖς τελώναις τὸ ἐπιτήδευμα· ταύτην δὲ καὶ εἰδωλολατρείαν ὀνομάζει ὁ Παῦλος, ὡς τάχα πρέπουσαν μόνοις τοῖς οὐκ εἰδόσι Θεόν. Ταύτῃτοι καὶ μάλα εἰκότως παῤῥησίαν ἀναιδῆ τοῖς προσώποις ἐνδύσαντας τοὺς τελώνας, πόρναις συντέταχεν ὁ Κύριος, οὕτω λέγων τοῖς Ἰουδαίων καθηγηταῖς· «Αἱ πόρναι καὶ οἱ τελῶναι προάγουσιν ὑμᾶς εἰς τὴν βασιλείαν τοῦ Θεοῦ.» Ἀλλ' οὐ μεμένηκεν ἐν τούτοις ὁ Ζακχαῖος, ἠξιώθη δὲ φειδοῦς τῆς παρὰ Χριστοῦ· αὐτὸς γάρ ἐστιν ὁ καλῶν ἐγγὺς τοὺς μακρὰν, καὶ φωτίζων τοὺς ἐσκοτισμένους. Ὁποία δὲ γέγονε τῷ Ζακχαίῳ τῆς ἐπιστροφῆς ἡ ὁδὸς, φέρε ἴδωμεν. —(B f. 173 b) Ἐπεθύμησεν ἰδεῖν τὸν Ἰησοῦν· ἐβλάστησε γὰρ ἐν αὐτῷ σπέρμα σωτηρίας. Τεθέαται τοῦτο Χριστὸς τοῖς τῆς θεότητος ὀφθαλμοῖς· ἀναβλέψας οὖν εἶδεν αὐτὸν καὶ τοῖς τῆς ἀνθρωπότητος· καὶ ἐπειδὴ σκοπὸς ἦν αὐτῷ πάντας ἀνθρώπους σωθῆναι, προτείνει τὴν ἡμερότητα· καὶ παραθαῤῥύνων αὐτὸν λέγει· «Σπεύσας κατάβηθι·» ἐζήτει γὰρ αὐτὸν θεάσασθαι, καὶ ἐκώλυεν αὐτὸν ὁ ὄχλος, οὐ τοσοῦτον ὁ τῶν ἀνθρώπων, ὅσον ὁ τῶν ἁμαρτημάτων. Ἦν δὲ καὶ μικρὸς τὴν ἡλικίαν οὐ μόνον τὴν σωματικὴν, ἀλλὰ καὶ τὴν πνευματικήν· καὶ οὐκ ἄλλως ἠδυνήθη ἰδεῖν αὐτὸν, εἰ μὴ ὑψώθη ἀπὸ τῆς γῆς, καὶ ἀνέβη ἐπὶ τὴν συκομωραίαν, δι' ἧς ἔμελλε διελθεῖν ὁ Χριστός. Ἔχει δὲ αἴνιγμα ὁ λόγος. Οὐκ ἄλλως γὰρ δύναταί τις ἰδεῖν τὸν Χριστὸν, καὶ πιστεῦσαι εἰς αὐτὸν, εἰ μὴ ἐπὶ τὴν συκομωραίαν ἀρθῇ, μωράνας τὰ μέλη τὰ ἐπὶ τῆς γῆς, πορνείαν, ἀκαθαρσίαν, καὶ τὰ ἑξῆς. Ἔμελλε δὲ, φησὶν, ὁ Χριστὸς διὰ τῆς συκομωραίας διέρχεσθαι· τὴν γὰρ νομικὴν ὁδεύσας πολιτείαν, ὅ ἐστι συκῆν, τὰ μωρὰ τοῦ κόσμου ἐξελέξατο, ὅ ἐστι τὸν σταυρὸν καὶ τὸν θάνατον. Καὶ πᾶς ὃς αἴρει τὸν σταυρὸν αὐτοῦ, καὶ ἀκολουθεῖ τῇ τοῦ Χριστοῦ πολιτείᾳ, σώζεται, συνετῶς τὸν νόμον ἐργαζόμενος, ὅς ἐστι συκῆ μὴ ποιοῦσα σῦκα ἀλλὰ μῶρα· μωρία γὰρ τοῖς Ἰουδαίοις φαίνεται ἡ κεκρυμμένη τοῖς πιστοῖς