Ancient Greek · ~10 min
Volume 72
Cyrillus Theol., Commentarii in Lucam (in catenis) 72.913
Not analysed yet
Ἐγὼ δέ εἰμι ἐν μέσῳ ὑμῶν ὡς διακονῶν. (A f. 283 b) Ταῦτα λέγοντος τοῦ Χριστοῦ, τίς ἐστιν οὕτως ἀπηνὴς, ὡς μὴ πᾶσαν ἀποπτύσαι φιλοδοξίαν, Ὁ γὰρ ὑπὸ πάσης κτίσεως λογικῆς καὶ ἁγίας διακονούμενος, ὁ σύνθρονος καὶ συμβασιλεύων τῷ Θεῷ καὶ Πατρὶ, διακόνου τάξιν ἐπέχων, ἔνιψε τοὺς πόδας τῶν μαθητῶν. Καθ' ἕτερον δὲ τρόπον διακονίας ἔχει τάξιν τῆς μετὰ σαρκὸς οἰκονομίας ὁ τρόπος. Ἔφη γὰρ ὁ Παῦλος· «Λέγω γὰρ Χριστὸν διάκονον γεγενῆσθαι περιτομῆς εἰς τὸ πληρῶσαι τὰς ἐπαγγελίας τῶν πατέρων,» καὶ τὰ ἑξῆς. Οὐκοῦν διηκόνησεν ὁ διακονούμενος· καὶ ὁ τῆς δόξης Κύριος τεταπείνωκεν ἑαυτὸν, ἡμῖν καταλιμπάνων ὑπογραμμόν. Ἀλλ' εἰκὸς ἐκεῖνο τάχα που καθ' ἑαυτοὺς διενθυμεῖσθαί τε καὶ λέγειν τοὺς μαθητάς· Ποῖος οὖν ἔσται τῆς γνησιότητος ὁ μισθός; ἢ τί τὸ ἐντεῦθεν ἔσται χρήσιμον, συμβησομένων ἔσθ' ὅτε καὶ πειρασμῶν; Ἵνα τοίνυν τῇ τῶν ἐσομένων ἀγαθῶν ἐλπίδι διανευρούμενοι, πάντα ὄκνον ἐπ' ἀγαθοῖς σπουδάσμασιν ἐκπέμψωσι τῆς ἑαυτῶν διανοίας, ἀναγκαίως φησίν· «Ὑμεῖς δέ ἐστε οἱ διαμεμενηκότες μετ' ἐμοῦ ἐν τοῖς πειρασμοῖς μου,» κ. τ. λ. —(B f. 197 b, D f. 73 b) Σύνες ὅπως τῶν τῆς ἐνανθρωπήσεως μέτρων ἀποφοιτᾷ, οὔπω τὸν τίμιον ὑπομείνας σταυρόν· διαλέγεται γὰρ ὡς εἷς ἐξ ἡμῶν· μετὰ δέ γε τὴν ἐκ νεκρῶν ἀναβίωσιν πεφανέρωκεν ἑαυτοῦ τὴν δόξαν, καιροῦ καλοῦντος εἰς τοῦτο· ἔφη γὰρ, ὅτι «Ἐδόθη μοι πᾶσα ἐξουσία ἐν οὐρανῷ καὶ ἐπὶ γῆς.» Διαλέγεται τοίνυν ἀνθρωπίνως, ὡς ἔφην. Διὰ τοῦτό φησι· «Κἀγὼ διατίθεμαι ὑμῖν, καθὼς διέθετό μοι ὁ Πατήρ μου βασιλείαν, ἵνα ἐσθίητε καὶ πίνητε ἐπὶ τῆς τραπέζης μου.» Ἆρα οὖν καὶ μετὰ τὴν ἐκ νεκρῶν ἀναβίωσιν, ἐνστάντος τοῦ καιροῦ, καθ' ὃν συνεσόμεθα τῷ Χριστῷ, συμμόρφους ἡμᾶς ἀποφαίνοντι τοῦ σώματος τῆς δόξης αὐτοῦ, μετὰ τὸ ἐνδύσεσθαι τὴν ἀφθαρσίαν, ἐδεσμάτων πάλιν ἐν χρείᾳ ἐσόμεθα καὶ τραπέζης; Οὐδαμῶς· ἀλλ' ἐκ τῶν καθ' ἡμᾶς πραγμάτων ὑποφαίνει τὰ πνευματικά. Οἱ μὲν γὰρ τὰς παρὰ τῶν ἐπιγείων βασιλέων πρώτας ἔχοντες τιμὰς, συνέστιοί τέ εἰσιν αὐτοῖς καὶ ὁμόσιτοι. Εἰσὶ δὲ καὶ ἕτεροί τινες τιμῆς μὲν τῆς παρὰ τῶν κρατούντων ἀξιούμενοι, οὐ μὴν ὅτι καὶ κοινῆς τραπέζης ἁπτόμενοι. Ὅτι τοίνυν ἐν ταῖς πρωτευούσαις τιμαῖς ἔσονται παρ' αὐτῷ, ὡς ἐκ παραδείγματος τοῦ καθ' ἡμᾶς διαδείκνυσιν. Εἶπε δὲ Κύριος· Σίμων, Σίμων, ἰδοὺ ὁ Σατανᾶς ἐξῃτήσατο ὑμᾶς, τοῦ σινιάσαι ὡς τὸν σῖτον. (A f. 284, B f. 198) Ἀναγκαῖον οἶμαι καὶ ἐπωφελὲς, μαθεῖν τίς ἦν ἡ πρόφασις, ἡ παρενεγκοῦσα εἰς τοῦτο τοῦ Σωτῆρος τοὺς λόγους. Διορθωσάμενος δὲ αὐτοὺς ὁ Χριστὸς δι' ὧν ἐπετίμησε τῷ τῆς φιλοδοξίας πάθει, καὶ ἑαυτὸν εἰς ὑπόδειγμα δέδωκε, τρίτον τοῖς μαθηταῖς ἐπικούρημα προσκεκόμικε, διὰ