Ancient Greek · ~6 min
Page 106
Cyrillus Theol., Commentarii in Lucam 106
Not analysed yet
γὰρ ἀγαθὸς καὶ φιλάνθρωπος καὶ πάντας ἀνθρώπους θέλων σωθῆναι θυμηδείας ἐποιεῖτο πρόφασιν τῶν πεπλανημένων τὴν ἐπιστροφήν. εἶτα τί φησιν; Zu Lk 10, 21b Τὸ Ἐξομολογοῦμαί φησι κατὰ συνήθειαν ἀνθρωπίνην ἀντὶ τοῦ Χάριν ὁμολογῶ, ἤγουν Δοξάζω σε, Εὐχαριστῶ σοι· ἔθος γὰρ τῇ θεοπνεύστῳ γραφῇ τὸ τῆς ἐξομολογήσεως ὄνομα κατὰ τοιόνδε τινὰ δέχεσθαι τρόπον. γέγραπται γοῦν ὅτι Ἐξομολογησάσθωσαν, κύριε, τῷ ὀνόματί σου τῷ μεγάλῳ. καὶ πάλιν· Ἐξομολογήσομαί σοι, κύριε, ἐν ὅλῃ καρδίᾳ μου. ἀλλ' Ἰδού, φασὶν οἱ διεστραμμένοι τὸν νοῦν, χάριν ὁ υἱὸς ὁμολογεῖ τῷ πατρί· εἶτα πῶς οὐκ ἐλάττων ἐστὶν αὐτοῦ; πρὸς τοῦτο φαίῃ τις ἂν τῶν εὖ εἰδότων τοῖς τῆς ἀληθείας συνασπίζειν δόγμασι· Καὶ τί τὸ κωλύον, ὦ βέλτιστοι, τὸν ὁμοούσιον υἱὸν ἀποδέχεσθαι καὶ ἐπαινεῖν τὸν ἑαυτοῦ πατέρα σώζοντα δι' αὐτοῦ τὴν ὑπ' οὐρανόν; εἰ δὲ νομίζεις διὰ τὴν ἐξομολόγησιν ἐν ἐλάττοσιν εἶναι αὐτὸν τοῦ πατρός, ὅρα καὶ τὸ ἐφεξῆς· κύριον γὰρ οὐρανοῦ καὶ γῆς ἀποκαλεῖ τὸν πατέρα. ὁ δὲ υἱὸς τοῦ τῶν ὅλων κρατοῦντος θεοῦ πάντως που σὺν αὐτῷ δεσπόζει τῶν ὅλων καὶ ἐπάνω πάντων ἐστὶν οὐχ ὡς ἐλάττων ἢ ἑτερούσιος, ἀλλ' ὡς θεὸς ἐκ θεοῦ, ταῖς ἴσαις εὐκλείαις στεφανούμενος καὶ τὴν κατὰ πᾶν ὁτιοῦν ἰσότητα πρὸς αὐτὸν ἔχων οὐσιωδῶς. Zu Lk 24, 51 Εὐλόγησε γάρ τοι τοὺς μαθητὰς καὶ βραχὺ προελθὼν ἀνεφέρετο εἰς τὸν οὐρανὸν ὁ δεσπότης, ἵνα σύνεδρος ᾖ τῷ πατρὶ καὶ μετὰ τῆς ἑνωθείσης αὐτῷ σαρκός. καὶ τοῦτο