Ancient Greek · ~7 min
Page 105
Cyrillus Theol., Commentarii in Lucam 105
Not analysed yet
Zu Lk 10, 20 Ἀλλὰ τί οὐκ ἐᾷς, ὦ δέσποτα, ταῖς παρὰ σοῦ τιμαῖς ἐπιγάννυσθαι τοὺς τετιμημένους; καίτοι γέγραπται περὶ τῶν προκεχειρισμένων εἰς ἀποστολήν· Κύριε, ἐν τῷ φωτὶ τοῦ προσώπου σου πορεύσονται καὶ ἐν τῷ ὀνόματί σου ἀγαλλιάσονται ὅλην τὴν ἡμέραν καὶ ἐν τῇ δικαιοσύνῃ σου ὑψωθήσονται, ὅτι καύχημα τῆς δυνάμεως αὐτῶν σὺ εἶ καὶ ἐν τῇ εὐδοκίᾳ σου ὑψωθήσεται τὸ κέρας ἡμῶν. εἶτα πῶς προστέταχας ἐν τούτοις μὴ χρῆναι χαίρειν ἐπὶ τῇ δοθείσῃ παρὰ σοῦ τιμῇ τε καὶ δόξῃ; τί οὖν ἄρα πρὸς τοῦτό φαμεν; ἐπὶ τὸ μεῖζον αὐτοὺς ἀναφέρει Χριστὸς κἀκεῖνο κελεύει ποιεῖσθαι καύχημα, τὸ γεγράφθαι φημὶ τὰ ὀνόματα αὐτῶν ἐν τοῖς οὐρανοῖς. εἴρηται γὰρ περὶ τῶν ἁγίων πρὸς θεόν· Καὶ ἐπὶ τὸ βιβλίον σου πάντες γραφήσονται. Zu Lk 10, 21a Ἐξετάσωμεν πρό γε τῶν ἄλλων, τί ἐστι τὸ Ἠγαλλιάσατο τῷ πνεύματι. πρόεισι μὲν γὰρ ὡς ἀπὸ πηγῆς τοῦ θεοῦ καὶ πατρὸς τὸ πνεῦμα τὸ ἅγιον, ἔστι δὲ οὐκ ἀλλότριον τοῦ υἱοῦ· πᾶσα γὰρ ἡ τοῦ πατρὸς ἰδιότης ἐνυπάρχει τῷ κατὰ φύσιν καὶ ἀληθῶς ἐξ αὐτοῦ γεννηθέντι λόγῳ. τεθέαται τοίνυν διὰ τῆς τοῦ πνεύματος ἐνεργείας, ὃ δέδωκε τοῖς ἀξίοις, οἷς καὶ τὸ θεῖον ἱερουργεῖν ἐκέλευσε κήρυγμα, πολλοὺς σεσαγηνευμένους, εἶδεν ἀξιοθαύμαστα δι' αὐτῶν τετελεσμένα σημεῖα καὶ λοιπὸν ἐν ἀρχαῖς οὖσαν τὴν ὑπ' οὐρανὸν τῆς δι' αὐτοῦ σωτηρίας, φημὶ δὴ τῆς διὰ πίστεως. καὶ ταύτης ἕνεκα τῆς αἰτίας ἠγαλλιάσατο ἐν τῷ ἁγίῳ πνεύματι, τουτέστι ἐπὶ ταῖς ἐνεργείαις καὶ δυνάμεσι ταῖς διὰ τοῦ ἁγίου πνεύματος. εὖ εἰδὼς ὅτι πολλοὺς ὠφέλησαν οἱ ἀπεσταλμένοι παρ' αὐτοῦ καὶ ὅτι πρὸ τῶν ἄλλων αὐτοὶ διὰ πείρας αὐτῆς ἔγνωσαν τὴν δόξαν αὐτοῦ, πεπλήρωται θυμηδείας ἤγουν ἀγαλλιάσεως. ὡς