Ancient Greek · ~5 min
Page 83
Cyrillus Theol., Commentarii in Lucam 83
Not analysed yet
πάντα δύναται καὶ πρὸς οὐδὲν ὅλως ἀσθενεῖ—καὶ γάρ ἐστιν αὐτὸς ὁ τῶν δυνάμεων κύριος καὶ πᾶν εἴ τί πέρ ἐστιν ὅλως δυνάμεως δεκτικόν, τοῦτο πάντως ἔχει παρ' αὐτοῦ τὸ εἶναι ὅ ἐστιν—, ὅταν δὲ ἀπιστῶμεν, ὑβρίζομεν αὐτοῦ τὴν δόξαν, ληψόμεθα δὲ παρ' αὐτοῦ παντελῶς οὐδέν· προσεκόμισα γὰρ αὐτόν, φησί, τοῖς μαθηταῖς σου, καὶ οὐκ ἠδυνήθησαν αὐτὸ ἐκβαλεῖν. καίτοι διὰ τὴν σὴν ἀπιστίαν οὐκ ἐνήργηκεν ἡ χάρις· ὅτι γὰρ χρὴ μετὰ πίστεως προσιέναι Χριστῷ καὶ τοῖς παρ' αὐτοῦ τὴν τοῦ θεραπεύειν δύνασθαι πλουτήσασι χάριν, αὐτὸς ἡμᾶς ἐδίδαξε πανταχοῦ τὴν πίστιν αἰτῶν παρὰ τῶν προσιόντων αὐτῷ. ταύτης ἕνεκα τῆς αἰτίας κατεβόησε δικαίως αὐτοῦ Χριστός. καὶ εἰ βούλει, ἄκουε τοῦ εὐαγγελιστοῦ λέγοντος· Zu Lk 9, 41 Ἄπιστον γενεὰν ἐκεῖνόν που πάντως καὶ τοὺς ὁμογνώμονας εἰκότως ἀπεκάλει καὶ διεστραμμένον καὶ κατ' οὐδένα τρόπον ὀρθοποδεῖν εἰδότα. περὶ τῶν τοιούτων φησὶ τὸ γράμμα τὸ ἱερόν· Ὧν αἱ τρίβοι σκολιαί, καὶ καμπύλαι αἱ τροχιαὶ αὐτῶν. φεύγει τὴν νόσον ὁ μακάριος Δαβὶδ λέγων· Οὐκ ἐκολλήθη μοι καρδία σκαμβὴ τουτέστι τὴν εἰς εὐθὺ τρίβον βαδίσαι μὴ δυναμένη. τούτοις ὁ μακάριος βαπτιστὴς προσπεφώνηκε λέγων· Ἑτοιμάσατε τὴν ὁδὸν κυρίου, εὐθείας ποιεῖτε τὰς τρίβους αὐτοῦ. οὐκοῦν ὁ ἄπιστος ἔσται που πάντως καὶ διεστραμμένος. τοῖς οὕτως ἔχουσι γνώμης καὶ εἰς τοῦτο πεσοῦσιν ἀνοσιότητος οὐκ ἀξιοῖ συνεῖναι Χριστός, ἀλλ'—εἰ χρή τι τῶν ἀνθρωπίνων εἰπεῖν —ὀλιγορεῖ καὶ ἀκηδιᾷ ὡσανεὶ διὰ τὴν κακίαν βαρούμενος τὴν