Ancient Greek · ~5 min
Page 84
Cyrillus Theol., Commentarii in Lucam 84
Not analysed yet
μετ' αὐτῶν διατριβήν. καὶ τοῦτο διδάξει λέγων· Ἕως τίνος ἔσομαι πρὸς ὑμᾶς καὶ ἀνέξομαι ὑμῶν; ὁ γὰρ λέγων ἀσθενῆσαι πρὸς ἐνέργειαν τὴν κατὰ πνευμάτων πονηρῶν τοὺς διὰ τῶν αὐτοῦ νευμάτων ἐξουσίαν λαβόντας ἐκβάλλειν αὐτά, τῆς χάριτος μᾶλλον κατηγορεῖ καὶ οὐχὶ τῶν λαβόντων αὐτήν. ὅτι γὰρ Χριστὸς ἦν ὁ ἐνεργῶν ἐν αὐτοῖς, χαλεπὸν οὐδὲν τοῖς ἐθέλουσιν ἰδεῖν. καὶ γοῦν τεθεράπευται μὲν ὁ ἐπὶ τῇ ὡραίᾳ πύλῃ χωλός, ἀνετίθει δὲ Πέτρος Χριστῷ τὸ παράδοξον τοῖς Ἰουδαίοις προσλαλῶν ὡς ἐν ταῖς Πράξεσι γέγραπται. προσπεφώνηκε δέ που πάλιν ἑνὶ τῶν παρ' αὐτοῦ τεθεραπευμένων· Αἰνέα, ἰᾶταί σε ὁ Χριστός. πανταχόθεν τοίνυν ἐστὶν ἐναργὲς ὅτι τῆς αὐτοῦ δυνάμεως κατηγόρησεν ἀνοσίως ὁ περὶ τῶν ἁγίων ἀποστόλων εἰπὼν ὅτι οὐκ ἠδυνήθησαν αὐτὸ ἐκβαλεῖν. καὶ καθ' ἕτερον δὲ τρόπον ἀγανακτεῖ Χριστὸς συκοφαντουμένων ἁγίων, οἳ καὶ τὸν τῶν ἱερῶν κηρυγμάτων ἐθαρρήθησαν λόγον καὶ μυσταγωγοὶ τέθεινται τῆς ὑπ' οὐρανὸν τῇ παρ' αὐτοῦ χάριτι μαρτυρούμενοι ὅτι τε εἶεν αὐτοῦ μαθηταὶ καὶ τὸ τῆς ἀληθοῦς θεογνωσίας ἐναπαστράπτουσι φῶς τοῖς ἁπανταχοῦ ταῖς παρ' αὐτῶν διδασκαλίαις ἑπομένης χρησίμως καὶ τῆς παραδόξου μεγαλουργίας. Zu Lk 9, 42 Ἄμεινον δὲ οἶμαι κατὰ τὴν πρώτην ἀπόδοσιν ἄπιστον νοεῖν τὸν τοῦ δαιμονῶντος πατέρα. διὸ καὶ ἔδει λυπούμενον ἀπελθεῖν. ἀλλ' ἵνα μή τις οἴηται καὶ αὐτὸν ἀτονῆσαι Χριστὸν