Ancient Greek · ~6 min
Page 92
Cyrillus Theol., Commentarii in Lucam 92
Not analysed yet
κάριοι μαθηταὶ καὶ οὐχ ἑαυτῶν ἕνεκα μᾶλλον, ἀλλ' ὅτι τὸν τῶν ὅλων σωτῆρα καὶ κύριον οὐ τετιμήκασιν. εἶτα τῆς ἐνούσης ἐξουσίας αὐτῷ τὸ μέγεθος οὐκ ἠγνοηκότες ἔφασκον· Κύριε, θέλεις εἴπωμεν πῦρ καταβῆναι ἐκ τοῦ οὐρανοῦ καὶ κατακαῦσαι αὐτούς. τοῦτο δὲ εἰρήκασι μήπω τῆς νέας κεκρατηκότες χάριτος, ἀλλ' ἔτι τῆς προτέρας ἐχόμενοι συνηθείας πρὸς Ἠλίαν ἀφορῶντες τὸν πυρὶ καταφλέξαντα δὶς τοὺς πεντήκοντα καὶ τοὺς ἡγουμένους αὐτῶν. τοῦτο δὲ λέγουσιν ἐπιτιμᾷ Χριστός. Zu Lk 9, 52—54 Ἡ μὲν οὖν τῶν ἀνεγνωσμένων διάνοια ταύτην ἔχει τὴν περιοχήν. ἕκαστα δὲ λεπτῶς ἐρευνήσωμεν· γέγραπται γάρ· Ἄμελγε γάλα καὶ ἔσται βούτυρον. ἆρ' ἠγνόησεν ὁ σωτὴρ τὸ ἐσόμενον; οὐκ ἀληθὲς εἰπεῖν ὅτι πάντα γινώσκων ᾔδει που πάντως ὡς οὐ δεχθήσονται παρὰ τῶν Σαμαρειτῶν οἱ ἀπεσταλμένοι; εἶτα πῶς τοῦτο ἀμφίλογον; πῶς οὖν ἐκέλευσε προβαδίζειν αὐτούς; ἔθος ἦν αὐτῷ διὰ τρόπου παντὸς ὠφελεῖν ἐπείγεσθαι τοὺς ἁγίους ἀποστόλους καὶ ὁδοῦ πάρεργον ἔσθ' ὅτε ποιεῖσθαι τὸ δοκιμάζειν αὐτούς. οἷόν τι φημί· Διέπλει ποτὲ τὴν Τιβεριάδα λίμνην ὁμοῦ τοῖς ὠνομασμένοις, εἶτα τὸν ὕπνον οἰκονομικῶς εἰσδέχεται, καὶ ζάλης κινηθείσης οὐ τῆς τυχούσης τὸ σκάφος ἐκινδύνευεν· ἐφίει γὰρ οἰκονομικῶς ἐπεγείρεσθαι τῷ σκάφει τὸν κλύδωνα, ἵνα καὶ τῶν μαθητῶν διαγυμνάσῃ τὴν πίστιν καὶ τῆς ἑαυτοῦ δυνάμεως ἐμφανῆ καταστήσῃ τὴν ὑπεροχήν. ὃ δὴ καὶ γέγονεν· οἳ μὲν γὰρ ὀλιγοπιστοῦντες ἔφασκον· Ἐπιστάτα, σῶσον ἡμᾶς, ἀπολλύμεθα, ὃ δὲ ἐγερθεὶς ὅτι καὶ τῶν στοιχείων ἐστὶ δεσπότης διέδειξεν εὐθύς· ἐπετίμησε γὰρ τῇ θαλάσσῃ καὶ τῷ κλύδωνι καὶ ἐγένετο γαλήνη μεγάλη σφόδρα. οὕτω τοίνυν καὶ ἐν τῷδε τῷ πράγματι· ᾔδει μὲν γὰρ ὡς οὐκ ἔσονται δεκτοὶ παρὰ τῶν Σαμαρειτῶν οἱ προκαταγγέλλοντες ὅτι