Ancient Greek
Page 91
Cyrillus Theol., Commentarii in Lucam 91
Not analysed yet
τοῦ πνεύματος τοῦ ἐπὶ σοὶ καὶ δώσω αὐτοῖς. καὶ συνήχθησαν μὲν εἰς τὴν ἀρχαίαν ἐκείνην σκηνὴν οἱ ἐξειλεγμένοι πλὴν δύο τινῶν· ἀπέμειναν γὰρ ἐν τῇ συναγωγῇ. ἐπιπεσόντος δὲ αὐτοῖς τοῦ τῆς προφητείας πνεύματος οὐ μόνον προεφήτευον οἱ ἐν τῇ ἁγίᾳ σκηνῇ συνδεδραμηκότες, ἀλλὰ καὶ οἱ ἀπομείναντες ἐν τῇ παρεμβολῇ. εἶπε δέ, φησίν, Ἰησοῦς ὁ παρεστηκὼς Μωυσῇ· Ἐλδὰδ καὶ Μωδὰδ προφητεύουσιν ἐν τῇ παρεμβολῇ, κύριε Μωυσῆ· κώλυσον αὐτούς. καὶ εἶπε, φησί, Μωυσῆς πρὸς Ἰησοῦν· Μὴ ζηλοῖς σὺ ἐμοί; τίς γὰρ δοίη πάντα τὸν λαὸν κυρίου εἶναι προφήτας, ὅταν δῷ κύριος τὸ πνεῦμα αὐτοῦ ἐπ' αὐτούς. ἀλλ' ἦν καὶ τότε Χριστὸς ὁ ἐν ἁγίῳ πνεύματι ταῦτα λαλεῖν ἀναπείσας τὸν ἱεροφάντην Μωυσέα. καὶ γοῦν τοῖς ἁγίοις ἀποστόλοις αὐτὸς δι' ἑαυτοῦ φησι· Μὴ κωλύετε τὸν συντρίβοντα τὸν σατανᾶν ἐν τῷ ὀνόματι αὐτοῦ· οὐ γάρ ἐστι καθ' ὑμῶν, φησί. ὃς γὰρ οὐκ ἔστι καθ' ὑμῶν, ὑπὲρ ὑμῶν ἐστιν· ὑπὲρ ὑμῶν γάρ εἰσι τῶν ἀγαπώντων τὸν Χριστόν, ὅτι τὰ εἰς δόξαν αὐτοῦ πληροῦν ἐθέλουσι τῇ παρ' αὐτοῦ χάριτι στεφανούμενοι. Zu Lk 9, 51 Τουτέστιν ἐνστάντος τοῦ καιροῦ καθ' ὃν ἔδει λοιπὸν τὸ σωτήριον ὑπομείναντα πάθος ἀναβῆναι μὲν εἰς τὸν οὐρανόν, συνεδρεῦσαι δὲ τῷ θεῷ καὶ πατρί, ἔκρινεν ἀνελθεῖν εἰς Ἱεροσόλυμα. τοῦτο γὰρ οἶμαι δηλοῦν τὸ Ἐστήρισε τὸ πρόσωπον αὐτοῦ. Zu Lk 9, 52—55 Πέπομφεν ἀγγέλους ἑτοιμάσοντας αὐτῷ τε καὶ τοῖς σὺν αὐτῷ τὸ κατάλυμα. οἳ δὲ εἰς κώμην ἀφικόμενοι Σαμαρειτῶν οὐκ ἐδέχθησαν. ἐπὶ τούτοις ἠγανάκτουν οἱ μα-