Ancient Greek · ~7 min
Page 96
Cyrillus Theol., Commentarii in Lucam 96
Not analysed yet
καὶ οὐκ ἤδη που φαμὲν περὶ πτηνῶν αἰσθητῶν καὶ ὁρατῶν ταῦτα λέγειν αὐτόν, περὶ πνευμάτων δὲ μᾶλλον ἀκαθάρτων καὶ πονηρῶν. ὅταν τοίνυν ἀλώπεκές τε καὶ πετεινὰ φωλεούς τε καὶ καταλύσεις ἔχωσιν ἐν ἡμῖν, πῶς ἔλθῃ Χριστός; ποῦ δὲ ἀναπαύσεται; τίς κοινωνία φωτὶ πρὸς σκότος; καταλύει μὲν γὰρ ἐν τοῖς ἀγαπῶσιν αὐτόν, παραιτεῖται δὲ τὸν βέβηλον. Zu Lk 9, 59f Ἕτερος δὲ οὐκ αὐτόμολος κατὰ τοῦτον ἔρχεται μαθητὴς οὐδὲ θρασὺς εἰς ἐπαγγελίας τὰς ἐπί γε τοιούτῳ πράγματι, κέκληται δὲ μᾶλλον παρὰ Χριστοῦ πρὸς ἀποστολὴν οὐκ ἀνεπιτηδείως ἔχων πρὸς τοῦτο· ψήφῳ γὰρ θείᾳ τετίμηται. πλὴν οὔπω σαφῶς ἠπίστατο, τίνα τρόπον ἁρμόσασθαι χρὴ τῷ τοιῷδε πράγματι. ἦν μὲν γὰρ ἴσως αὐτῷ πατὴρ τῷ γήρᾳ κατηχθισμένος, ἐδόκει δὲ λίαν εὐσεβεῖν τὴν ὀφειλομένην αὐτῷ φειδῶ καὶ ἀγάπην τηρεῖν προθυμούμενος. ᾔδει γάρ που πάντως τοῖς τοῦ νόμου ῥήμασιν ἐντυχὼν ὡς ἐμέλησε καὶ τούτου τῷ ἐπὶ πάντας θεῷ· ἔφη γάρ· Τίμα τὸν πατέρα σου καὶ τὴν μητέρα σου ἵνα εὖ σοι γένηται καὶ ἔσῃ μακροχρόνιος ἐπὶ τῆς γῆς. ἐπειδὴ δὲ πρὸς λειτουργίαν ἐκλήθη τὴν ἱεράν τε καὶ εὐαγγελικήν—τοῦτο γὰρ ἐδήλου τὸ Ἀκολούθει μοι παρὰ Χριστοῦ πρὸς αὐτὸν εἰρημένον—, ἀνθρωπίνῳ συνηρπάζετο λογισμῷ καὶ ἀναβολὴν ἐζήτει καιροῦ τῇ τοῦ τεκόντος γηροκομίᾳ διαρκέσαι δυναμένου. καὶ οὐ δήπου φαμὲν ὡς κείμενον ἤδη καὶ τελευτήσαντα τὸν πατέρα θάπτειν ἠξίου· οὐ γὰρ ἂν ἐκώλυσε τοῦτο δρᾶν ἐθέλοντα Χριστός. ἀλλὰ τὸ θάψαι φησὶν ἀντὶ τοῦ γηροκωμῆσαι ἄχρι ταφῆς. τί οὖν πρὸς αὐτὸν ὁ σωτήρ; Ἄφες τοὺς νεκροὺς θάψαι τοὺς ἑαυτῶν νεκρούς, σὺ δὲ ἀπελθὼν διάγγελλε τὴν βασιλείαν τοῦ θεοῦ· ἦσαν μὲν γάρ που καὶ ἕτεροι κηδεμόνες καὶ κατὰ γένος οἰκεῖοι τοῦ πατρός, ἀλλ', ὥς γε οἶμαι, νεκροὶ διὰ τὸ μήπω πιστεῦσαι Χριστῷ καὶ τὴν διὰ τοῦ ἁγίου πνεύματος