Ancient Greek
Page 97
Cyrillus Theol., Commentarii in Lucam 97
Not analysed yet
ἀναγέννησιν εἰς ζωὴν τὴν ἀκήρατον ἰσχῦσαι λαβεῖν. ἐκεῖνοι, φησί, τοὺς ἑαυτῶν θαπτέτωσαν νεκρούς, νεκρὸν ἔχοντες καὶ αὐτοὶ τὸν νοῦν, οὔπω δὲ γεγενημένοι τοῖς τὴν ἐν Χριστῷ ζωὴν ἔχουσιν ἐναρίθμιοι. πλὴν ἐντεῦθεν ἔστι μαθεῖν ὅτι καὶ τῆς εἰς γονέας αἰδοῦς καὶ ἀγάπης προτάττεσθαι χρὴ τὴν εἰς θεὸν εὐσέβειαν. καὶ γοῦν ὁ Μωυσέως νόμος πρῶτον εἰπὼν· Ἀγαπήσεις κύριον τὸν θεόν σου, δεύτερον ἐτίθει τὴν εἰς γονέας αἰδῶ λέγων· Τίμα τὸν πατέρα σου καὶ τὴν μητέρα σου. φέρε γὰρ ἐκεῖνο καθ' ἑαυτοὺς ἐρευνήσωμεν, ὁποία τίς ἐστιν ἡ πρόφασις, δι' ἣν ἐσπουδασμένην πεποιήμεθα τὴν εἰς γονέας τιμὴν καὶ ἀγάπην. ὅτι δι' αὐτῶν ἐγεννήθημεν, πάντως φαίη τις ἄν. ἀλλ' ὅ γε τῶν ὅλων θεὸς οὐκ ὄντας ἡμᾶς ὅλως εἰς τὸ εἶναι παρήνεγκε, πατὴρ δὲ καὶ μήτηρ γεγόνασιν ὑπουργοὶ τῆς εἰς τὸ εἶναι παρόδου τοῖς ἐξ αὐτῶν. ἆρ' οὖν οὐχ ὁ πρῶτος εὐεργέτης ἀγαπηθήσεται μᾶλλον τῶν μετ' αὐτὸν δευτέρων; δεῖ δὴ οὖν ἄρα καὶ τὸ εὐσεβεῖν εἰς τοὺς φύσαντας τῇ εἰς θεὸν ἀγάπῃ παραχωρεῖν καὶ κατόπιν τῶν θείων ἔρχεσθαι τὰ ἀνθρώπινα. καὶ τοῦτο καὶ αὐτὸς ἡμᾶς ἐδίδαξεν ὁ σωτὴρ λέγων· Ὁ φιλῶν πατέρα ἢ μητέρα ὑπὲρ ἐμὲ οὐκ ἔστι μου ἄξιος. οὐκοῦν ἐφίησι μὲν τὸ ἀγαπᾶν τοῦς φύσαντας, πλὴν οὐχ ὑπὲρ ἑαυτόν. διὰ τοῦτο καὶ τῷ μαθητῇ τὸ χρῆναι δὴ μᾶλλον κατακολουθεῖν εἰπών, ἐφεὶς δὲ θάπτειν τοὺς τεθνεῶτας ἑτέροις ἐδίδαξεν ὅτι τῆς εἰς θεὸν ἀγάπης κατόπιν ἐρρίφθαι τὰ καθ' ἡμᾶς πρέποι ἂν εἰκότως, ὅτι καὶ τῆς εἰς γονέας αἰδοῦς τὰ θεοῦ μείζονα· γενεσιουργὸς γὰρ καὶ ποιητὴς τῶν ὅλων αὐτός. δεῖ τοίνυν ἡμᾶς, εἰ μέλλοιμεν ἀκολουθῆσαι Χριστῷ, μηδὲν τούτου ποιεῖσθαι προτιμότερον, ἀλλ' ὃ μὲν ἂν συντρέχῃ τούτῳ, μετιέναι καὶ πράττειν, ὃ δ' ἂν ἀντιπράττῃ, παραιτεῖσθαι καὶ φεύγειν, καὶ εἴ τις ἐνέργεια μετρίως ἐχομένη τοῦ καλοῦ, δυναμένη δὲ δι' ἑτέρων ἐπιτελεῖσθαι, ταύτην ἐκείνοις παραδιδόναι, αὐτοὺς δὲ τῆς μείζονος καὶ καλλίονος ἔχεσθαι. ὁρᾶν γοῦν ἔστι καὶ τοὺς ἁγίους ἀποστόλους καὶ μείζονος ἔτι χρείας ἢ κατὰ ταύτην