Ancient Greek · ~6 min
Page 99
Cyrillus Theol., Commentarii in Lucam 99
Not analysed yet
Παῦλος· Ὅτε δὲ εὐδόκησεν ὁ θεὸς ἀποκαλύψαι τὸν υἱὸν αὐτοῦ ἐν ἐμοί, εὐθέως οὐ προσανεθέμην σαρκὶ καὶ αἵματι. τοιούτους εἶναι προσήκει τοὺς ἀκολουθεῖν ἐθέλοντας τῷ Χριστῷ. Zu Lk 10, 1 Τῆς ἀποστολῆς τῶν ἑβδομήκοντα ἡ αἰτία αὕτη· πολλή τις ἔμελλεν ἔσεσθαι τῶν εἰς αὐτὸν πιστευόντων ἡ πληθύς· ἐσαγηνεύετο γὰρ οὐ μόνος ὁ Ἰσραήλ, ἀλλὰ γὰρ καὶ αἱ τῶν ἐθνῶν ἀγέλαι. ὅτι γὰρ ἔμελλε καταδράττεσθαι τῆς ὑπ' οὐρανὸν τὸ σωτήριον κήρυγμα, πεπληροφόρηκεν εἰπὼν ὁ τῶν ὅλων θεὸς διὰ τῶν ἁγίων προφητῶν περὶ αὐτοῦ· Ἀνατελεῖ ὡς ἄγρωστις κρῖμα ἐπὶ χέρσον ἀγροῦ. ὥσπερ γὰρ ἐν τοῖς τῶν ἀγρῶν κεχερσωμένοις ἀνίσχει μὲν ἡ ἄγρωστις, καταδράσσεται δὲ καὶ κατευρύνεται τόπου παντὸς ἀεὶ τρέχουσα πρόσω, κατὰ τὸν ἴσον τούτῳ λόγον τὸ κρῖμα, τουτέστιν ἡ δικαιοῦσα χάρις τὴν ὑπ' οὐρανόν, ἤγουν τὸ εὐαγγελικὸν καὶ σωτήριον κήρυγμα, κατεδράξατο πάσης πόλεώς τε καὶ χώρας. ἀνεδείχθησαν τοίνυν παρὰ Χριστοῦ πρὸς τοῖς δύο καὶ δέκα καὶ ἕτεροι τὸν ἀριθμὸν ἑβδομήκοντα. καὶ τούτου πάλιν ὁ τύπος ἐν τοῖς Μωυσέως ἐγράφετο λόγοις· θεοῦ γὰρ προστάττοντος ἑβδομήκοντα μὲν ἐπελέξατο καὶ αὐτός, ἐπηφίει δὲ τοῖς ἐξειλεγμένοις τὸ πνεῦμα θεός. καὶ καθ' ἕτερον δὲ τρόπον τούς τε δύο καὶ δέκα μαθητὰς καὶ αὐτοὺς δὲ τοὺς ἑβδομήκοντα διὰ τῆς τοῦ νόμου σκιᾶς σημαινομένους εὑρήσομεν. γέγραπται γὰρ οὕτως ἐν τῇ Ἐξόδῳ περὶ τῶν υἱῶν Ἰσραήλ· Ἦλθον, φησίν, εἰς Ἐλείμ —ἑρμηνεύεται δὲ εἰς ἀνάβασιν ἤγουν εἰς αὔξησιν—καὶ ἦσαν ἐκεῖ δώδεκα, φησίν, ὑδάτων πηγαὶ καὶ ἑβδομήκοντα στελέχη φοινίκων. ἀναβαίνοντες γὰρ εἰς τελειοτέραν σύνεσιν καὶ εἰς αὔξησιν ἀνατρέχοντες τὴν πνευματικὴν τὰς δύο καὶ δέκα πηγὰς