Ancient Greek
Page 100
Cyrillus Theol., Commentarii in Lucam 100
Not analysed yet
εὑρήσομεν, τουτέστι τοὺς ἁγίους ἀποστόλους, καὶ τὰ ἑβδομήκοντα τῶν φοινίκων στελέχη, τοὺς ἀναδειχθέντας δηλονότι παρὰ Χριστοῦ· ἀρρυόμεθα γὰρ ὡς ἐκ πηγῶν ἁγίων ἐκ τῶν τοῦ σωτῆρος ἡμῶν μαθητῶν παντὸς εἴδησιν ἀγαθοῦ, θαυμάζομεν δὲ καὶ τοὺς ἑβδομήκοντα καὶ οἱονεὶ φοίνικας αὐτοὺς εἶναι φαμέν· εὐκάρδιον γὰρ τὸ φυτόν, εὔριζόν τε καὶ ἔγκαρπον καὶ ἀεὶ τοῖς ὕδασιν ἐντεθηλός, εὐμέγεθές τε καὶ ὑψίκομον. Zu Lk 10, 2 Ἀλλ' ἦν εἰκὸς ὑπονοῆσαί τινας ἀποκεκινῆσθαι μὲν τοὺς πρώτους, ἀντεισενηνέχθαι δὲ τούτους ὡς ἄμεινον ἢ ἐκεῖνοι μυσταγωγεῖν δυναμένους. ἵνα τοίνυν ἀποκείρῃ τῶν ἡμετέρων διανοιῶν τὰς τοιαύτας ὑποψίας ὁ καρδίας εἰδὼς καὶ γινώσκων τὰ ἐσόμενα, μονονουχὶ καὶ ἀπολελόγηται λέγων· Ὁ μὲν θερισμὸς πολύς, οἱ δὲ ἐργάται ὀλίγοι καὶ τὰ ἑξῆς. ὥσπερ γὰρ ἀγροὶ κομῶντες πλουσίως εὐρεῖς τε καὶ μακροὶ πολλοὺς ζητοῦσι τοὺς θεριστάς, οὕτως ἡ σύμπασα γῆ ἤτοι τῶν μελλόντων πιστεύειν εἰς Χριστὸν ἡ πληθὺς πολλή τις οὖσα καὶ ἀναρίθμητος οὐκ ὀλίγων ἐδεῖτο μυσταγωγῶν. ἐβάδιζον οὖν ἀνὰ δύο πεμπόμενοι κατὰ πόλεις καὶ κώμας, μονονουχὶ βοῶντες τὸ διὰ τῆς Ἰωάννου φωνῆς· Ἑτοιμάσατε τὴν ὁδὸν τοῦ κυρίου. πλὴν ἐκεῖνο ἄθρει· εἰπὼν γάρ· Δεήθητε τοῦ κυρίου τοῦ θερισμοῦ ὅπως ἐκβάλῃ ἐργάτας εἰς τὸν θερισμὸν αὐτοῦ. τοῦτο πέπραχεν αὐτός. καίτοι τοῦ θερισμοῦ κύριος, τουτέστι τῶν ἐπὶ τῆς γῆς, τίς ἂν ἕτερος εἴη παρὰ τὸν φύσει καὶ ἀληθῶς ὄντα θεόν; αὐτοῦ γὰρ ἡ σύμπασα γῆ καὶ τὸ πλήρωμα αὐτῆς καθὰ γέγραπται. εἶτα πῶς μόνῳ πρέποντος τῷ ἐπὶ πάντας θεῷ τοῦ ἐκβάλλειν τοὺς ἐργάτας, τούτους ἀνέδειξεν ὁ Χριστός; αὐτὸς ἄρα ἐστὶν ὁ τοῦ θερισμοῦ δεσπότης καὶ δι' αὐτοῦ τε καὶ σὺν αὐτῷ κατάρχει τῶν ὅλων ὁ θεὸς καὶ πατήρ. ἴδια δὲ πάντα ἐστὶν