Ancient Greek · ~1 min
Fragment 1
Cyrillus Theol., Commentarii in Matthaeum (in catenis) 1
Not analysed yet
Mt 1, 1 Ἰαὼ τὴν σωτηρίαν οἱ Ἑβραῖοι ἔλεγον, Χριστοῦ δὲ εἶπε διὰ τὸ τοὺς παλαιοὺς βασιλεῖς τε καὶ ἱερεῖς τῷ ἐλαίῳ χρίεσθαι διὰ τοῦ κέρατος. ὁ δὲ ἡμέτερος Ἰησοῦς Χριστὸς οὐ διὰ τὸ τῷ κέρατι χρισθῆναι προσηγορεύθη Χριστός, ἀλλὰ τὸ τῷ θείῳ πνεύματι· ἀληθῶς γὰρ καὶ κυρίως αὐτὸς εἶχε τὸ πνεῦμα τὸ ἅγιον.