Ancient Greek · ~3 min
Fragment 2
Cyrillus Theol., Commentarii in Matthaeum (in catenis) 2
Not analysed yet
Mt 1, 1 Μέμνηται τοῦ Ἀβραάμ, ἐπειδὴ ἐκεῖνος πρῶτος ἐγένετο τύπος τῶν δύο λαῶν τῶν μελλόντων πιστεύειν τῷ Χριστῷ· καὶ γὰρ ἐν ἀκροβυστίᾳ ὢν ἐπίστευσε καὶ μετὰ τὸ περιτμηθῆναι ἔμεινεν πάλιν πιστός. μέμνηται δὲ κατ' ἐξαίρετον καὶ τοῦ Δαβίδ, ἐπειδὴ καὶ αὐτὸς τύπος γέγονεν τοῦ Χριστοῦ· ὥσπερ γὰρ τοῦ Σαοὺλ ἐκβληθέντος ὡς ἀδοκίμου Δαβὶδ δεύτερος προεχειρίσθη βασιλεὺς εὐάρεστος τῷ θεῷ, οὕτως καὶ τοῦ πρώτου ἀνθρώπου, τοῦ Ἀδάμ φημι, ἐκβληθέντος διὰ τὴν παρακοὴν καὶ μηκέτι βασιλεύσαντος τῶν λοιπῶν ὅλως εἰσηνέχθη δεύτερος Ἀδάμ, ὁ Χριστὸς βασιλεὺς τῶν πάντων, ἵνα τὸ ἐν Ἀδὰμ ἀπολωλὸς διὰ Χριστοῦ τοῖς ἀνθρώποις ἐπαναληφθῇ, βασιλεὺς οὐ μόνον γῆς, ἀλλὰ καὶ οὐρανοῦ· υἱὸς δὲ ἀνθρώπου φύσει καλεῖται ὡς πάντα ἔχων, ὅσα εἶχεν ὁ Ἀδάμ, νυνὶ θεὸς ὤν.