Ancient Greek · ~3 min
Fragment 10
Cyrillus Theol., Commentarii in Matthaeum (in catenis) 10
Not analysed yet
Mt 2, 3—6 Οὐχ ἡ τῶν μάγων φωνὴ ἐτάραξεν αὐτόν, ἀλλὰ τὸ θρυλεῖσθαι παρὰ πάντων τῶν νομομαθῶν καὶ τοῖς τῶν προφητῶν πιστευόντων λόγοις· οἱ γὰρ μάγοι βασιλέα ἐζήτουν, οἱ δὲ Ἰουδαῖοι Χριστὸν ἐφήμιζον τετέχθαι. διὸ ἐάσας τοὺς μάγους, καλέσας δὲ τοὺς Ἰουδαίους ἠρώτα ποῦ ὁ Χριστὸς γεννᾶται, ὃν νῦν ὑμεῖς φημίζετε ἀκούσαντες τῶν μάγων. καὶ οἱ τῆς ἀληθείας ἐχθροὶ καὶ ἄκοντες λέγουσιν τὴν ἀλήθειαν καὶ τὴν προφητείαν ἑρμηνεύουσιν εἰκῇ πᾶσαν· οὐ γὰρ προσέθηκαν τὸ ἑξῆς. πρέσβεις δὲ καλεῖ τοὺς μάγους, ἐπειδὴ τρόπον τινὰ ἦλθον πρὸς τὸν βασιλέα τοῦ Ἰσραήλ, ἵνα πρεσβεύσωνται καὶ γένηται εἰρήνη μεταξὺ αὐτῶν καὶ τῶν Ἰσραηλιτῶν καὶ γένηται τῶν ἐθνῶν καὶ Ἰουδαίων «μία ποίμνη, εἷς ποιμὴν» ἀμφοτέρων. τί δὲ τοῦτο ἦν, ὅτι αἱ ἔξοδοι αὐτοῦ ἀπ' ἀρχῆς—ἀπὸ τῶν περάτων τῆς οἰκουμένης ἔρχονται ὀψόμενοι τὴν φάτνην.