Ancient Greek · ~2 min
Fragment 11
Cyrillus Theol., Commentarii in Matthaeum (in catenis) 11
Not analysed yet
Mt 2, 6 Ἰσραὴλ πρῶτος ὁ Ἰακὼβ ἐκλήθη, ὅτε ἑώρακε τὴν κλίμακα καὶ τοὺς ἀγγέλους ἀναβαίνοντας καὶ καταβαίνοντας ἐπ' αὐτὸν δι' αὐτῆς καὶ προσεπάλαισε τῷ ὀφθέντι αὐτῷ καὶ πρὸς αὐτοῦ ἤκουσεν· «οὐκέτι τὸ ὄνομά σου Ἰακώβ, ἀλλὰ Ἰσραήλ». τούτῳ δὲ τῷ ὀνόματι ἅπας ὁ τῶν Ἰουδαίων ἐκλήθη λαὸς ὡς ἐξαιρέτῳ τε καὶ θείῳ καὶ ἀπὸ τῶν ἄλλων ἐθνῶν διαστέλλοντι αὐτούς. ἔστι δὲ Ἰσραὴλ νοῦς ὁρῶν τὸν θεόν. διὸ καὶ ἡ ἐξ ἐθνῶν ἐκκλησία Ἰσραὴλ ὠνομάσθη οὐ κατὰ σάρκα, ἀλλὰ κατὰ θείαν χάριν.