Ancient Greek · ~3 min
Fragment 101
Cyrillus Theol., Commentarii in Matthaeum (in catenis) 101
Not analysed yet
Mt 8, 29 Ἡ θεία τοῦ μονογενοῦς φύσις ἀφράστῳ πυρὶ κατέφλεγεν τοὺς δαίμονας ὥσπερ καὶ ἄλλα ἀφανῶς ἐποίει, τοὺς ἀγριωτέρους τῶν δαιμόνων εἰς ὁδοὺς ἐγκλείων καὶ τὴν τοῦ διαβόλου καθελὼν τυραννίδα. ἦλθες, φασίν, πρὸ καιροῦ· ᾔδεσαν γὰρ ἐν τῷ λόγῳ, ὅτι καὶ ἔμελλεν ἥξειν ὁ Χριστὸς καὶ ὅτι αὐτὸς ἔχει αὐτοὺς κρῖναι. εἰ δὲ καὶ τὸ πρὸ καιροῦ εἶπον ὡς διαβάλλοντες τὸν τῆς ἐνανθρωπήσεως καιρὸν ὡς παρὰ καιρὸν γεγονυίας, οὐδὲν θαυμαστὸν εἰ πονηροὶ ὄντες καὶ τοῦτο τολμῶσι λέγειν. καίτοι εἰδότες, ὅτι τιμωρηθήσονται, ὥστε ὑπερόπται λέγουσιν· τί ἡμῖν καὶ σοί· ἔχει γὰρ λόγον μεθ' ἡμῶν ὁ κριτής, ἀφ' οὗ παρέβημεν τὰς ἐντολὰς αὐτοῦ.