Ancient Greek · ~1 min
Fragment 102
Cyrillus Theol., Commentarii in Matthaeum (in catenis) 102
Not analysed yet
Mt 9, 2 Οὐ τὴν πίστιν τοῦ παραλελυμένου ὁ κύριος ἐθεάσατο, ἀλλὰ τῶν κομισάντων· ἔστι γὰρ ὅτε καὶ ἄλλος δι' ἄλλων πίστιν θεραπεύεται καὶ πλήρης τούτων ἡ ἱερὰ τῶν εὐαγγελίων γραφή. θεασάμενος οὖν τὴν πίστιν αὐτῶν οὐ μάταιον αὐτῶν ἀποφαίνει τὸν πόνον, ἀλλά φησιν τέκνον τὸ τέκνον ἢ καὶ αὐτῷ ὡς πιστεύσαντι ἢ κατὰ τὸν τῆς δημιουργίας λόγον.