Ancient Greek · ~4 min
Fragment 103
Cyrillus Theol., Commentarii in Matthaeum (in catenis) 103
Not analysed yet
Mt 9, 3—7 Ἐξῆλθε τὸ ῥῆμα καὶ τὸ θαῦμα ἐπηκολούθησεν. διὰ τί δὲ καὶ υἱὸν ἀνθρώπου εἶπεν ἀφιέναι ἁμαρτίας ἐπιτελουμένης θεοσημείας; ἢ ἵνα δείξῃ, ὅτι κατήγαγεν εἰς τὴν ἀνθρωπίνην φύσιν τὴν τῆς θεότητος ἐξουσίαν διὰ τὴν ἀδιαίρετον πρὸς αὐτὴν ἕνωσιν· εἰ γὰρ καὶ ἄνθρωπος, φησίν, γέγονα θεὸς λόγος ὑπάρχων καὶ διὰ τὴν οἰκονομίαν ἐπὶ γῆς πολιτεύομαί τε καὶ ἀναστρέφομαι, ἀλλ' οὐδὲν ἧττον τὰ πέρα λόγου ἀποτελῶ θαύματα καὶ ἄφεσιν δωροῦμαι ἁμαρτημάτων· οὐ γὰρ ἀφειλάμην τι τῶν τῆς θεότητος ἰδιωμάτων ἢ ἐμείωσα τῷ γενέσθαι με ἀτρέπτως καὶ ἀληθῶς ἐπὶ τῆς γῆς κατὰ σάρκα υἱὸν ἀνθρώπου. καὶ μετ' ὀλίγα· οἰκονομικῶς δὲ λέγει ἐπὶ τῆς γῆς, ἵνα δείξῃ, ὅτι καὶ ἄνθρωπος γεγονὼς καὶ ἐπὶ τῆς γῆς ὀφθεὶς θεὸς ἦν κατὰ φύσιν. ἐκέλευσε δὲ τῷ παραλυτικῷ βαστάσαι τὴν κλίνην καὶ ἀπελθεῖν οἴκαδε, ἵνα δι' αὐτοῦ καὶ <πρὸς> τοὺς ἀπόντας πιστώσηται τὸ γεγονὸς ἐπ' αὐτῷ.