Ancient Greek · ~6 min
Fragment 104
Cyrillus Theol., Commentarii in Matthaeum (in catenis) 104
Not analysed yet
Mt 9, 9—13 Γέμει δὲ καὶ τοῦτο θεοσημείας τὸ λόγῳ μόνῳ τὸν τοιοῦτον μετατραπῆναι πρὸς ἀρετὴν τοσαύτην. καλῶν δὲ τὸν Ματθαῖον δείκνυσιν, ὅτι εἰ καὶ οὐδεὶς ἔρχεται πρὸς αὐτόν, «ἐὰν μὴ ὁ πατὴρ ἑλκύσῃ αὐτόν», ἀλλ' οὖν διὰ Χριστὸν γίνεται ἡ ἕλκυσις. ὁ τοίνυν σωτὴρ ἀνεπαισχύντως τελώνην καλέσας εἰς μαθητείαν καὶ εἰς τὸν οἶκον αὐτοῦ παραγεγονώς, ἐν ᾧ οὐδὲν ἕτερον ἦν ἀγαθὸν εἰ μὴ τοῦ οἰκοδεσπότου ἡ μεταβόλεια. ἦν οὖν ὄχλος πολὺς τελωνῶν συνανακειμένων τῷ Ἰησοῦ καὶ οὐκ ἀγανακτεῖ ὁ σωτὴρ οὐδὲ εἰς ὕβριν αὐτοῦ δέχεται τὸ γινόμενον, ἀλλ' ὡς δεσπότης τῆς φύσεως παραγίνεται εἰς τὴν ἑστίασιν καὶ ἐσθίει καὶ πίνει τήν τε ἀλήθειαν τοῦ σώματος ἐνδεικνύμενος καὶ τὴν εὔκαιρον τῶν βρωμάτων εὐλογῶν χρῆσιν. παρῆσαν δὲ καὶ Φαρισαῖοι καὶ γραμματεῖς, οὐχ ἵνα μάθωσιν, ἀλλ' ἵνα περιεργάσωνται τὰ γινόμενα. βλέπουσιν τοὺς τελώνας συνανακειμένους καὶ καλοῦσιν τοὺς μαθητὰς καὶ τὸ γινόμενον αἰτιῶνται. ἀκούει ὁ Ἰησοῦς καί φησι πρὸς αὐτούς· καὶ ὑμεῖς χρείαν ἔχετε ἰατροῦ· εἰ γὰρ μὴ ἐνοσεῖτε, οὐκ ἂν ᾐτιᾶσθε τοῦ ἰατροῦ τὴν φιλανθρωπίαν· μήποτε γὰρ οὐκ οἶδα, ὅτι τελῶναι ὑπάρχουσιν; μήποτε γὰρ ἀγνοῶ τῆς ψυχῆς αὐτῶν τὰ νοσήματα; οἶδα, ὅτι κακῶς ἔχουσιν. διὰ τοῦτο πρὸς αὐτοὺς παραγέγονα, ἵνα τὰς ψυχὰς αὐτῶν θεραπεύσω νοσούσας. δι' ἣν δὲ αἰτίαν ἐπιλαμβάνονται οἱ Φαρισαῖοι τοῦ σωτῆρος ἁμαρτωλοῖς συνεσθίοντος, ὅτι νόμος ἦν «διαστέλλειν ἀνὰ μέσον ἁγίου καὶ βεβήλου». οὐκ ᾔδεισαν δὲ Χριστὸν ὑπὲρ τὴν νομικὴν χρῆσιν παρέχοντα τὴν φιλάνθρωπον χάριν· ἡ μὲν γὰρ ἐξέβαλεν, ἡ δὲ μετέβαλεν τὸ κακόν. ἔδειξεν οὖν, ὅτι οὐχ ὡς κριτὴς πάρεστιν, ἀλλ' ὡς ἰατρὸς καὶ τὸ ἐπιβάλλον τῇ τέχνῃ ποιεῖ συνὼν τοῖς καὶ ἰάσεως δεομένοις.