Ancient Greek · ~1 min
Fragment 107
Cyrillus Theol., Commentarii in Matthaeum (in catenis) 107
Not analysed yet
Mt 9, 20—22 Τῆς αἱμορροούσης αἰσθόμενος ὁ Χριστὸς οὐκ ἀπηξίωσεν αὐτήν, ἀλλ' ἐθεράπευσε καὶ θυγατέρα ἐκάλεσεν ὡς πιστήν, ἅμα δὲ καὶ δεικνύων, ὅτι οὐκ ἔστι παρὰ τῷ θεῷ ἀκάθαρτος ὁ ἔχων νόσον ἀκούσιον.