Ancient Greek · ~2 min
Fragment 106
Cyrillus Theol., Commentarii in Matthaeum (in catenis) 106
Not analysed yet
Mt 9, 14—17 Οἱ Φαρισαῖοι ἐοικότες δὲ ἱματίῳ κατερρωγότι ἢ ἀσκῷ παλαιῷ οὐ δύνανται τὴν νεάζουσαν δέξασθαι διδασκαλίαν εἰς ἀθέτησιν τῶν σωματικῶν τοῦ νόμου. χεῖρον δέ φησιν τὸ σχίσμα, διότι οἱ ἀκούοντες τοῦ εὐαγγελίου καὶ μὴ καταδεχόμενοι πλείω τῶν μὴ ἀκουσάντων τιμωροῦνται. ἐπειδὴ δὲ οἱ μαθηταὶ Ἰωάννου δύο ἠρώτησαν τὸν κύριον· διὰ τί ἡμεῖς καὶ οἱ Φαρισαῖοι νηστεύομεν, οἱ δὲ μαθηταί σου οὐ νηστεύουσιν, πρὸς μὲν αὐτοὺς τοῦ νυμφίου τὴν παραβολὴν εἶπε, πρὸς δὲ τοὺς Φαρισαίους τὴν περὶ τῶν ἀσκῶν.