Ancient Greek · ~8 min
Fragment 112
Cyrillus Theol., Commentarii in Matthaeum (in catenis) 112
Not analysed yet
Mt 10, 2 Τούτους τοὺς δώδεκα μαθητὰς καὶ ὁ νόμος προανετύπου καὶ οἱ προφῆται προανεκήρυξαν. γέγραπται γοῦν ἐν Μωσαϊκῷ βιβλίῳ· «καὶ λήμψεσθε σεμίδαλιν καὶ ποιήσατε αὐτὴν δώδεκα ἄρτους, καὶ ἐπιθήσετε αὐτοὺς ἐπὶ τὴν τράπεζαν τὴν καθαρὰν ἔναντι κυρίου, καὶ ἐπιθήσετε λίβανον καὶ ἅλας»· ἄρτος μὲν γὰρ ὁ ἐξ οὐρανοῦ κατελθὼν «καὶ ζωὴν διδοὺς τῷ κόσμῳ» αὐτός ἐστιν ὁ Χριστός, κατὰ μίμησιν δὲ τὴν πρὸς αὐτὸν ἄρτοι κέκληνται καὶ οἱ μακάριοι μαθηταί· μέτοχοι γὰρ γεγονότες τοῦ τρέφοντος ἡμᾶς εἰς ζωὴν αἰώνιον τρέφουσιν καὶ αὐτοὶ διὰ τῶν οἰκείων συγγραμμάτων τοὺς «πεινῶντας καὶ διψῶντας τὴν δικαιοσύνην». ὥσπερ δὲ «φῶς» ὑπάρχων «τὸ ἀληθινὸν» ὁ σωτὴρ φῶς ὠνόμασε αὐτούς («ὑμεῖς» γάρ, φησίν, «ἐστὲ τὸ φῶς τοῦ κόσμου»)· οὕτως αὐτὸς ὢν «ὁ ἄρτος τῆς ζωῆς» ἐχαρίσατο καὶ τοῖς μαθηταῖς τὸ ἐν τάξει νοεῖσθαι τῶν ἄρτων. καί μοι βλέπε τοῦ νόμου τὸ εὐτεχνές. «ἐπιθήσετε» γάρ, φησίν, ἐπὶ τοὺς ἄρτους «λίβανον καὶ ἅλας». καὶ ὁ μὲν λίβανος εὐωδίας ἐστὶ σύμβολον, οἱ δὲ ἅλες φρενῶν καὶ συνέσεως. ἐνυπῆρχον δὲ ἄκρως ἀμφότερα τοῖς ἁγίοις ἀποστόλοις· εὐώδης γὰρ ἦν ὁ βίος αὐτῶν καὶ γοῦν ἔφασκον· «Χριστοῦ εὐωδία ἐσμὲν» τῷ Χριστῷ. ἦσαν δὲ πρὸς τούτῳ καὶ πανσύνετοι. διὸ καὶ ἤκουσαν· «ὑμεῖς ἐστε τὸ ἅλας τῆς γῆς». ἀκούω δὲ τοῦ προφήτου Δαβὶδ ψάλλοντος περὶ αὐτῶν· «ἐκεῖ Βενιαμὶν νεώτερος ἐν ἐκστάσει, ἄρχοντες Ἰούδα ἡγεμόνες αὐτῶν, ἄρχοντες Ζαβουλών, ἄρχοντες Νεφθαλείμ»· σχεδὸν γὰρ ἐξ ἁπάσης φυλῆς τῆς ἐξ Ἰσραὴλ ἀπόλεκτοι γεγόνασιν οἱ θεσπέσιοι μαθηταὶ καὶ φωστῆρες γεγόνασιν οἰκουμενικοὶ λόγον ἐπίσχοντες ζωῆς, ἄνθρωποι χειροτέχναι γεγονότες καὶ θαλασσουργοὶ καὶ ἰχθυοθῆραι, οὐ λέξεων ἔχοντες εὐπορίαν δεδοκιμασμένων, ἀλλ' «ἰδιῶται» μὲν «τῷ λόγῳ», πλούσιοι δὲ «τῇ γνώσει». τούτους ἐδήλου ὁ θεὸς καὶ διὰ φωνῆς Ἰερεμίου λέγων περὶ τοῦ σατανᾶ· «οὐαὶ ὁ πληθύνων αὐτῷ τὰ οὐκ ὄντα αὐτοῦ, ὅτι ἐξαίφνης ἀναστήσονται οἱ δάκνοντες αὐτὸν καὶ ἐκνήψουσιν οἱ ἐπίβουλοί σου, καὶ ἔσῃ εἰς διαρπαγὴν αὐτοῖς»· ἅπαντας μὲν γὰρ τοὺς ἐπὶ γῆς ἀνθρώπους οὐκ ὄντας αὐτοῦ συνήγαγεν ὁ σατανᾶς καὶ ἰδίους ἀπέφηνε προσκυνητάς, ἀλλ' ἠγέρθησαν οἱ διαρπάζοντες αὐτοῦ τὰ σκεύη· ἐθήρευσε γὰρ τῆς ἀποστολικῆς διδασκαλίας τὸ δίκτυον ἅπαντας τοὺς πεπλανημένους καὶ προσεκόμισαν τῷ θεῷ τὴν ὑπ' οὐρανόν.