Ancient Greek
Fragment 113
Cyrillus Theol., Commentarii in Matthaeum (in catenis) 113
Not analysed yet
Mt 10, 5—6 Ὅτι δεῖ πρῶτον τοῖς Ἰουδαίοις κηρύττειν· πρὸς αὐτοὺς γὰρ ἦσαν γεγονυῖαι αἱ ἐπαγγελίαι, ὅτι ἐξ αὐτῶν ἤμελλεν ὁ Χριστὸς τὸ κατὰ σάρκα ὀφθῆναι καὶ ὅταν ἠπείθησαν, τότε εἰς τὰ ἔθνη χωρῆσαι. Σαμαρείτας δὲ συνάπτει τοῖς ἐξ ἐθνῶν, ἐπειδὴ καὶ ἐξ ἐθνῶν ἦσαν κατὰ γένος Βαβυλώνιοι ὄντες καὶ οἰκήσαντες τὴν Ἰουδαίαν.