Ancient Greek · ~1 min
Fragment 115
Cyrillus Theol., Commentarii in Matthaeum (in catenis) 115
Not analysed yet
Mt 10, 9 Καθ' ὑπερβολὴν ὁ λόγος πᾶσαν ἀπαγορεύει κτῆσιν ἀπὸ χρυσοῦ ἕως ῥάβδου ὡς μέγιστον οὖσαν κώλυμα πρὸς ἀρετὴν καὶ θεοσέβειαν· τὴν δ' ἀναγκαίαν τροφὴν οὐκ ἀπαγορεύει, ὥστε εἰ ἦν δυνατὸν καὶ χωρὶς τροφῆς ζῆν ἡμῖν καὶ ταύτην ἂν ἀπηγόρευσεν.