Ancient Greek · ~2 min
Fragment 116
Cyrillus Theol., Commentarii in Matthaeum (in catenis) 116
Not analysed yet
Mt 10, 11—15 Οὐ θέλει τόπον ἐκ τόπου καὶ οἰκίαν ἐξ οἰκίας ἀμείβειν αὐτούς, ἵνα μὴ λύπη γένηται τῷ πρώτῳ ὑποδεξαμένῳ μηδὲ ὑπόνοιαν δέξωνται γαστριμαργίας καὶ εὐχερείας. ὁ δὲ κονιορτὸς ἐκτινασσόμενος ἀπὸ τῶν ποδῶν αὐτῶν δεῖγμά ἐστι τῆς ἀνονήτου πρὸς αὐτοὺς ὁδοιπορίας καὶ τῶν κόπων, ὧν ὑπέμειναν δι' αὐτούς. ἴσα δὲ τοῖς Σοδομίταις τιμωρηθήσονται εἴπερ ἐκεῖνοι μὲν ἠτίμασαν τοὺς ἀγγέλους, οὗτοι δὲ τοὺς ἀποστόλους.