Ancient Greek · ~3 min
Fragment 117
Cyrillus Theol., Commentarii in Matthaeum (in catenis) 117
Not analysed yet
Mt 10, 16 Φρονίμους εἶναι βούλεται αὐτούς, ἵνα διδάσκωσι μὲν τὰ τῆς εὐσεβείας δόγματα ἀπαρακαλύπτως καὶ διὰ τὸ μὴ ἀγνοεῖν τὰς τῶν φαύλων κακουργίας, εἰ δέ τινες ἐπέλθοιεν μὴ ἀντιστατεῖν, ἀπελθεῖν δὲ ἐξ αὐτῶν καὶ μὴ ἀπερισκέπτως ἐπιστρέφειν πρὸς τὸ παθεῖν. ὄφεσιν δὲ παρεικάζει διδάσκων, ὅτι δεῖ αὐτοὺς ὀξεῖς εἶναι πρὸς φυγὴν εἴ γέ τινες ἐπέλθοιεν θανατῶσαι θέλοντες, περιστεραῖς δέ, ἐπειδὴ ἀμνησίκακον τὸ στρουθίον καὶ ἐμφιλοχωροῦν ἀεὶ πρὸς οἷς εἴθισεν τόποις καὶ ἐπανακάμπτον ἐπὶ τὸ αὐτό, ὅταν ὁ ἐκδιώκων παύσηται. διδάσκει οὖν ὁ λόγος, ὅτι οὐ δεῖ ὁλοτελῶς τῶν διωκόντων ἀποφοιτᾶν, ἀλλ' ἐνδόντας πρὸς βραχὺ πάλιν ἐπὶ τὸ νουθετεῖν αὐτοὺς ἐπανέρχεσθαι, ὅταν τὰ τῆς ὀργῆς παύσηται. οὕτως καὶ αὐτοῖς ὁ Χριστὸς ἐποίησεν διωκόμενος μὲν καὶ ὑποχωρῶν ἀπὸ τῆς Ἰουδαίας καὶ πάλιν ἐπανερχόμενος.