Ancient Greek
Fragment 136
Cyrillus Theol., Commentarii in Matthaeum (in catenis) 136
Not analysed yet
Mt 11, 11 Ὁμοῦ τοῖς ἄλλοις, οἳ καὶ πρὸ αὐτοῦ γεγόνασιν, γεννητός ἐστι γυναικός, οἱ δέ γε τὴν πίστιν προσηκάμενοι γεννητοὶ μὲν οὐκέτι χρηματίζουσιν γυναικῶν, ἀλλά, φησὶν ὁ σοφώτατος εὐαγγελιστής, «ὅσοι ἔλαβον αὐτόν, ἔδωκεν αὐτοῖς ἐξουσίαν τέκνα θεοῦ γενέσθαι, οἳ οὐκ ἐξ αἱμάτων οὐδὲ ἐκ θελήματος σαρκὸς οὐδὲ ἐκ θελήματος ἀνδρός, ἀλλ' ἐκ θεοῦ ἐγεννήθησαν»· ἀνεγεννήθημεν γὰρ εἰς υἱοθεσίαν θεοῦ οὐκ ἐκ σπορᾶς φθαρτῆς, διὰ δὲ λόγου ζῶντος καὶ μένοντος. κρείττονες οὖν παρὰ πᾶν τὸ γεννητὸν γυναικὸς οἱ μὴ ἐκ σπορᾶς φθαρτῆς, γεγεννημένοι δὲ μᾶλλον ἐκ θεοῦ.