Ancient Greek · ~1 min
Fragment 134col 2
Cyrillus Theol., Commentarii in Matthaeum (in catenis) 2-15
Not analysed yet
Καὶ ὅρα πῶς ὅρκῳ πιστοῦται τὰ περὶ Ἰωάννου· ἀμὴν γάρ φησι λέγω, ὅτι οὐκ ἐγήγερται μείζων αὐτοῦ. τὸ ἐγήγερται εἶπεν ὡς περί τινος βασιλέως περιφανοῦς ἢ ὡς περὶ φυτοῦ λίαν εὐμηκεστάτου καὶ ταῖς ἀρεταῖς εἰς ὕψος ἀναδραμόντος.