Ancient Greek · ~1 min
Fragment 137
Cyrillus Theol., Commentarii in Matthaeum (in catenis) 137
Not analysed yet
Mt 11, 11 Μείζονα λέγει Ἰωάννου τὸν πιστὸν τὸν διὰ τοῦ λουτροῦ ἀναγεννηθέντα, ἣν κατάστασιν καλεῖ βασιλείαν τῶν οὐρανῶν ὡς τοῖς πιστοῖς διδομένης βασιλείας οὐρανῶν, ἧς οὔπω ἦν τυχὼν ὁ βαπτιστής. ὁ δὲ μόνον βαπτισθεὶς εἰ καὶ μήπω ἔσχεν ἐνάρετον βίον ὑπὲρ τὸν Ἰωάννην ἐστίν. ὁ οὖν λόγος ἔπαινον ἔχει τοῦ ἁγίου βαπτίσματος.