Ancient Greek · ~4 min
Fragment 138
Cyrillus Theol., Commentarii in Matthaeum (in catenis) 138
Not analysed yet
Mt 11, 12 Ἐπειδὴ ἡ τῶν οὐρανῶν βασιλεία ἐστὶν ἡ εἰς τὸν Χριστὸν πίστις, ἀπὸ τοῦ κηρύγματος Ἰωάννου ἤρχθη, ὃς ὑπεδείκνυ τὸν κηρυττόμενον διὰ τοῦ βαπτίσματος ἄγοντα εἰς βασιλείαν. ἐκεῖνοι δὲ βιάζονται εἰς τὴν βασιλείαν τῶν οὐρανῶν εἰσελθεῖν οἱ τῷ τῆς εἰδωλολατρείας ἀποταττόμενοι παλαιῷ καὶ εἰκαίῳ ἔθει καὶ οἱ τῷ γράμματι μὴ προσέχοντες, ἀλλ' ὥσπερ ἐκ βίας τινὸς διὰ τῆς εἰς Χριστὸν πίστεως μεθελκόμενοι. εἰπὼν δὲ ὑπὸ βιαστῶν ἁρπάζεσθαι τὴν βασιλείαν τὸ κακόηθες αἰνίττεται τῶν Ἰουδαίων, οἳ οὐ μόνον οὐκ ἐπίστευον εἰς τὸν Χριστόν, ἀλλὰ καὶ τοὺς ἄλλους διεκώλυον δι' ἀπειλῶν καὶ πληγῶν. καὶ ἔδει βεβαίους τῷ φρονήματι δειχθῆναι τοὺς θέλοντας διὰ τῆς εἰς Χριστὸν πίστεως μετασχεῖν τῆς τῶν οὐρανῶν βασιλείας καταφρονοῦντας τῶν Ἰουδαίων ἀπειλῶν. πλὴν καὶ ὁ πιστός, ὅταν εὐτόνως ἀνθίστηται πρὸς τὰ σωματικὰ καὶ ψυχικὰ πάθη πρὸς τὸ εἰσελάσαι εἰς τὴν τῶν οὐρανῶν βασιλείαν, οὗτος φιλόθεός ἐστι βιαστής. τὸ δὲ ἕως ἄρτι τοῦτ' ἔστιν ἕως τοῦ διηνεκοῦς.